Ἡνίοχος
τί τοῖσδ᾽ ἀπειλεῖς βάρβαρός τε βαρβάρου
γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
835σὺ ταῦτ᾽ ἔδρασας: οὐδέν᾽ ἂν δεξαίμεθα
οὔθ᾽ οἱ θανόντες οὔτ᾽ ἂν οἱ τετρωμένοι
ἄλλον: μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
840τοὺς σοὺς φονεύεις, πόλλ᾽ ἐπισκήπτων μολεῖν.
ἦλθον, τεθνᾶσιν: εὐπρεπέστερον Πάρις
ξενίαν κατῄσχυν᾽ ἢ σὺ συμμάχους κτανών.
μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
διώλεσ᾽ ἡμᾶς: τίς δ᾽ ὑπερβαλὼν λόχους
845Τρώων ἐφ᾽ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
ἡμεῖς δ᾽ ἑκὰς τετρώμεθ᾽, οἳ δὲ μειζόνως
850παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
ἁπλῶς δ᾽ Ἀχαιῶν οὐδέν᾽ αἰτιώμεθα.
τίς δ᾽ ἂν χαμεύνας πολεμίων κατ᾽ εὐφρόνην
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
ἔφραζε τοῖς κτανοῦσιν; οὐδ᾽ ἀφιγμένον
855τὸ πάμπαν ᾖσαν: ἀλλὰ μηχανᾷ τάδε.
Ἕκτωρ
χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
ὅσονπερ ἐν γῇ τῇδ᾽ Ἀχαιικὸς λεώς,
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων:
ἐν σοὶ δ᾽ ἂν ἀρχοίμεσθα. μή μ᾽ ἔρως ἕλοι
860τοιοῦτος ἵππων ὥστ᾽ ἀποκτείνειν φίλους.
καὶ ταῦτ᾽ Ὀδυσσεύς: τίς γὰρ ἄλλος ἄν ποτε
ἔδρασεν ἢ 'βούλευσεν Ἀργείων ἀνήρ;
δέδοικα δ᾽ αὐτὸν καί τί μου θράσσει φρένας,
μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ:
865χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
Ἡνίοχος
οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας:
ἡμεῖς δ᾽ ὑπ᾽ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ
σὺ δ᾽ οὖν νόμιζε ταῦτ᾽, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος
ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ
870μὴ θνῇσχ᾽: ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
Ἡνίοχος
ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
ὅδ᾽ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
875ὄλοιθ᾽ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται
γλῶσσ᾽, ὡς σὺ κομπεῖς: ἡ Δίκη δ᾽ ἐπίσταται.
Ἕκτωρ
λάζυσθ᾽: ἄγοντες δ᾽ αὐτὸν ἐς δόμους ἐμούς,
οὕτως ὅπως ἂν μὴ 'γκαλῇ πορσύνετε:
ὑμᾶς δ᾽ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
880Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.