780
καί μοι καθ᾽ ὕπνον δόξα τις παρίσταται:
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν:
θείνοντε δ᾽ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
785ἤλαυνον, αἳ δ᾽ ἔρρεγκον ἐξ ἀντηρίδων
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
ἐγὼ δ᾽ ἀμύνων θῆρας ἐξεγείρομαι
πώλοισιν: ἔννυχος γὰρ ἐξώρμα φόβος.
κλύω δ᾽ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
790θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς
βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
ὀρθὸς δ᾽ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
καί μ᾽ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
795ἀνὴρ ἀκμάζων: φασγάνου γὰρ ᾐσθόμην
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
πίπτω δὲ πρηνής: οἳ δ᾽ ὄχημα πωλικὸν
λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
ἆ ἆ.
ὀδύνη με τείρει, κοὐκέτ᾽ ὀρθοῦμαι τάλας.
800καὶ ξυμφορὰν μὲν οἶδ᾽ ὁρῶν, τρόπῳ δ᾽ ὅτῳ
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
οὐδ᾽ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
Χορός
ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
805μηδὲν δυσοίζου: πολέμιοι '῎δρασαν τάδε.
Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
χωρεῖ: συναλγεῖ δ᾽, ὡς ἔοικε, σοῖς κακοῖς.
Ἕκτωρ
πῶς, ὦ μέγιστα πήματ᾽ ἐξειργασμένοι,
μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
810λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,
κοὔτ᾽ εἰσιόντας στρατόπεδ᾽ ἐξαπώσατε
οὔτ᾽ ἐξιόντας; τῶνδε τίς τείσει δίκην
πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημ᾽ εἶναι στρατοῦ.
φροῦδοι δ᾽ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
πόλλ᾽ ἐγγελῶντες τῷ στρατηλάτῃ τ᾽ ἐμοί.
εὖ νυν τόδ᾽ ἴστε — Ζεὺς ὀμώμοται πατήρ —
ἤτοι μάραγνά γ᾽ ἢ καρανιστὴς μόρος
μένει σε δρῶντα τοιάδ᾽, ἢ τὸν Ἕκτορα
τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.