Χορός
τάδ᾽ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά:
755σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
Ἡνίοχος
κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
αἴσχιστα: καίτοι δὶς τόσον κακὸν τόδε:
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —
760τοῖς ζῶσι δ᾽ ὄγκος καὶ δόμων εὐδοξία.
ἡμεῖς δ᾽ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
ἐπεὶ γὰρ ἡμᾶς ηὔνασ᾽ Ἑκτόρεια χείρ,
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
κόπῳ δαμέντες, οὐδ᾽ ἐφρουρεῖτο στρατὸς
765φυλακαῖσι νυκτέροισιν, οὐδ᾽ ἐν τάξεσιν
ἔκειτο τεύχη, πλῆκτρά τ᾽ οὐκ ἐπὶ ζυγοῖς
ἵππων καθήρμοσθ᾽, ὡς ἄναξ ἐπεύθετο
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
πρύμναισι: φαύλως δ᾽ ηὕδομεν πεπτωκότες.
770κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
λεύσσω δὲ φῶτε περιπολοῦνθ᾽ ἡμῶν στρατὸν
πυκνῆς δι᾽ ὄρφνης: ὡς δ᾽ ἐκινήθην ἐγώ,
775ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν:
ἤπυσα δ᾽ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
οἳ δ᾽ οὐδέν: οὐ μὴν οὐδ᾽ ἐγὼ τὰ πλείονα.
ηὗδον δ᾽ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.