Ῥῆσος
μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
εἰ δ᾽ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
490πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
τάξον μ᾽ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
οὐκ ἔστ᾽ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
καὶ μὴν λόγος γ᾽ ἦν ὡς ἔπλευσ᾽ ἐπ᾽ Ἴλιον.
Ἕκτωρ
ἔπλευσε καὶ πάρεστιν: ἀλλὰ μηνίων
495στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ῥῆσος
τίς δὴ μετ᾽ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
χὡ Τυδέως παῖς: ἔστι δ᾽ αἱμυλώτατον
κρότημ᾽ Ὀδυσσεύς, λῆμά τ᾽ ἀρκούντως θρασὺς
500καὶ πλεῖστα χώραν τήνδ᾽ ἀνὴρ καθυβρίσας:
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
κλέψας ἄγαλμα ναῦς ἐπ᾽ Ἀργείων φέρει.
ἤδη δ᾽ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
ἐσῆλθε πύργους, πολλὰ δ᾽ Ἀργείοις κακὰ
505ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος:
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
ἐξῆλθεν: αἰεὶ δ᾽ ἐν λόχοις εὑρίσκεται
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
θάσσων: κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
510οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
κτεῖναι τὸν ἐχθρόν, ἀλλ᾽ ἰὼν κατὰ στόμα.
τοῦτον δ᾽ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
πυλῶν ἐπ᾽ ἐξόδοισιν ἀμπείρας ῥάχιν
515στήσω πετεινοῖς γυψὶ θοινατήριον.
λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Ἕκτωρ
νῦν μὲν καταυλίσθητε: καὶ γὰρ εὐφρόνη.
δείξω δ᾽ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
520τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
ξύνθημα δ᾽ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ:
μέμνησ᾽ ἀκούσας, Θρῃκί τ᾽ ἄγγειλον στρατῷ.
ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
525δέχθαι Δόλωνα: καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.