Ἄγγελος
οὐκ οἶδ᾽ ἀκριβῶς: εἰκάσαι γε μὴν πάρα.
285νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
κλύοντα πλήρη πεδία πολεμίας χερός.
φόβον δ᾽ ἀγρώσταις, οἳ κατ᾽ Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
290πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
ἔστειχε: θάμβει δ᾽ ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ δι᾽ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
295ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
στείχων δ᾽ ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
300
καὶ πάντ᾽ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
ἔστην: ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτ᾽ ἐν ἵπποις Θρῃκίοις τ᾽ ὀχήμασι.
χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
305πέλτη δ᾽ ἐπ᾽ ὤμων χρυσοκολλήτοις τύποις
ἔλαμπε: Γοργὼν δ᾽ ὡς ἐπ᾽ αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
στρατοῦ δὲ πλῆθος οὐδ᾽ ἂν ἐν ψήφου λόγῳ
310θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δ᾽ ἀτράκτων τοξόται, πολὺς δ᾽ ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ᾽ ἀνήρ,
315ὃν οὔτε φεύγων οὔθ᾽ ὑποσταθεὶς δορὶ
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός
ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.