previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δόλων

στείχοιμ᾽ ἄν: ἐλθὼν δ᾽ ἐς δόμους ἐφέστιος
σκευῇ πρεπόντως σῶμ᾽ ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπ᾽ Ἀργείων πόδα.

Χορός

ἐπεὶ τίν᾽ ἄλλην ἀντὶ τῆσδ᾽ ἕξεις στολήν;

Δόλων

205πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.

Χορός

σοφοῦ παρ᾽ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν:
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

Δόλων

λύκειον ἀμφὶ νῶτ᾽ ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφ᾽ ἐμῷ θήσω κάρᾳ,
210βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
ὅταν δ᾽ ἔρημον χῶρον ἐμβαίνω ποδί,
215δίβαμος εἶμι: τῇδε σύγκειται δόλος.

Χορός

ἀλλ᾽ εὖ σ᾽ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
ἔχεις δὲ τοὔργον: εὐτυχεῖν μόνον σε δεῖ.

Δόλων

σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
220οἴσω κάρα σοισύμβολον δ᾽ ἔχων σαφὲς
φήσεις Δόλωνα ναῦς ἐπ᾽ Ἀργείων μολεῖν
παῖδα Τυδέως: οὐδ᾽ ἀναιμάκτῳ χερὶ
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: