Χορός
85καὶ μὴν ὅδ᾽ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
στείχει, νέον τι πρᾶγμ᾽ ἔχων φίλοις φράσαι.
Αἰνείας
Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
νυκτηγοροῦσι καὶ κεκίνηται: στρατός;
Ἕκτωρ
90Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
Αἰνείας
τί δ᾽ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
δόλος κρυφαῖος ἑστάναι κατ᾽ εὐφρόνην;
Ἕκτωρ
φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
Αἰνείας
τί τοῦδ᾽ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Ἕκτωρ
95αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός:
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
ἀλλ᾽ ἐκκέαντες πύρσ᾽ ἐπ᾽ εὐσέλμων νεῶν
φυγῇ πρὸς οἴκους τῆσδ᾽ ἀφορμήσειν χθονός.
Αἰνείας
σὺ δ᾽ ὡς τί δράσων πρὸς τάδ᾽ ὁπλίζῃ χέρας;
Ἕκτωρ
100φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν
λόγχῃ καθέξω κἀπικείσομαι βαρύς:
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αἰνείας
105εἴθ᾽ ἦσθ᾽ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
ἀλλ᾽ οὐ γὰρ αὑτὸς πάντ᾽ ἐπίστασθαι βροτῶν
πέφυκεν: ἄλλῳ δ᾽ ἄλλο πρόσκειται γέρας,
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς:
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
110φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
115νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν:
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
πῶς δ᾽ αὖ γεφύρας διαβαλοῦσ᾽ ἱππηλάται,
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
νικῶν δ᾽ ἔφεδρον παῖδ᾽ ἔχεις τὸν Πηλέως,
120ὅς σ᾽ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
οὐδ᾽ ὧδ᾽ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ᾽ ἀσπίδας
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
125κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
πέμπειν δοκεῖ μοι: κἂν μὲν αἴρωνται φυγήν,
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ:
εἰ δ᾽ ἐς δόλον τιν᾽ ἥδ᾽ ἄγει φρυκτωρία,
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
130βουλευσόμεσθα: τήνδ᾽ ἔχω γνώμην, ἄναξ.