Χορός
900ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
τάδ᾽ εἶδον αὐτὴ κοὐ κλύουσ᾽ ἀπαγγελῶ.
Πυλάδης
τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν:
λήξαντα δ᾽ οἴκτων κἀπ᾽ ἐκεῖν᾽ ἐλθεῖν χρεών,
905ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ 'κβάντας τύχης,
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
Ὀρέστης
καλῶς ἔλεξας: τῇ τύχῃ δ᾽ οἶμαι μέλειν
910τοῦδε ξὺν ἡμῖν: ἢν δέ τις πρόθυμος ᾖ,
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ἰφιγένεια
μηδέν μ᾽ ἐπίσχῃ γ᾽: οὐδ᾽ ἀποστήσει λόγου,
πρῶτον πυθέσθαι τίνα ποτ᾽ Ἠλέκτρα πότμον
εἴληχε βιότου: φίλα γὰρ ἔστε πάντ᾽ ἐμοί.
Ὀρέστης
915τῷδε ξυνοικεῖ βίον ἔχουσ᾽ εὐδαίμονα.
Ἰφιγένεια
οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης
Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
ὁ δ᾽ ἐστί γ᾽ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
920οὐκ ἦν τόθ᾽ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ὀρέστης
οὐκ ἦν: χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
χαῖρ᾽ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
τὰ δεινὰ δ᾽ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
925σιγῶμεν αὐτά: πατρὶ τιμωρῶν ἐμῷ.
Ἰφιγένεια
ἡ δ᾽ αἰτία τίς ἀνθ᾽ ὅτου κτείνει πόσιν;
Ὀρέστης
ἔα τὰ μητρός: οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
σιγῶ: τὸ δ᾽ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
Μενέλαος ἄρχει: φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια
930οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ὀρέστης
οὔκ, ἀλλ᾽ Ἐρινύων δεῖμά μ᾽ ἐκβάλλει χθονός.
Ἰφιγένεια
ταῦτ᾽ ἆρ᾽ ἐπ᾽ ἀκταῖς κἀνθάδ᾽ ἠγγέλης μανείς;
Ὀρέστης
ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
ἔγνωκα: μητρός σ᾽ οὕνεκ᾽ ἠλάστρουν θεαί.
Ὀρέστης
935ὥσθ᾽ αἱματηρὰ στόμι᾽ ἐπεμβαλεῖν ἐμοί.
Ἰφιγένεια
τί γάρ ποτ᾽ ἐς γῆν τήνδ᾽ ἐπόρθμευσας πόδα;
Ὀρέστης
Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ἰφιγένεια
τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;