Ἰφιγένεια
725ἀπέλθεθ᾽ ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν: ἃ δ᾽ ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατ᾽. οὐδεὶς αὑτὸς ἐν πόνοις τ᾽ ἀνὴρ
730ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρ᾽ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ὀρέστης
τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
Ἰφιγένεια
735ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης
ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης
ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια
740δίκαιον εἶπας: πῶς γὰρ ἀγγείλειεν ἄν;
Ὀρέστης
ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια
ναί.
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ὀρέστης
ὄμνυ: σὺ δ᾽ ἔξαρχ᾽ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια
δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης
745τοῖς σοῖς φίλοισι γράμματ᾽ ἀποδώσω τάδε.
Ἰφιγένεια
κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλάδης
τίν᾽ οὖν ἐπόμνυς τοισίδ᾽ ὅρκιον θεῶν;
Ἰφιγένεια
Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης
ἐγὼ δ᾽ ἄνακτά γ᾽ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια
750εἰ δ᾽ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
Πυλάδης
ἄνοστος εἴην: τί δὲ σύ, μὴ σῴσασά με;
Ἰφιγένεια
μήποτε κατ᾽ Ἄργος ζῶσ᾽ ἴχνος θείην ποδός.
Πυλάδης
ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια
ἀλλ᾽ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
Πυλάδης
755ἐξαίρετόν μοι δὸς τόδ᾽, ἤν τι ναῦς πάθῃ,
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δ᾽ ἐκσῴσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτ᾽ ἔμπεδον.
Ἰφιγένεια
ἀλλ᾽ οἶσθ᾽ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ:
760τἀνόντα κἀγγεγραμμέν᾽ ἐν δέλτου πτυχαῖς
λόγῳ φράσω σοι πάντ᾽ ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ: ἢν μὲν ἐκσῴσῃς γραφήν,
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα:
ἢν δ᾽ ἐν θαλάσσῃ γράμματ᾽ ἀφανισθῇ τάδε,
765τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.
Πυλάδης
καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ᾽ ὕπερ.
σήμαινε δ᾽ ᾧ χρὴ τάσδ᾽ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.