Χορός
καὶ μὴν ὅδ᾽ ἀκτὰς ἐκλιπὼν θαλασσίους
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια
240τί δ᾽ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκόλος
ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
245οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ἰφιγένεια
ποδαποί; τίνος γῆς σχῆμ᾽ ἔχουσιν οἱ ξένοι;
Βουκόλος
Ἕλληνες: ἓν τοῦτ᾽ οἶδα κοὐ περαιτέρω.
Ἰφιγένεια
οὐδ᾽ ὄνομ᾽ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκόλος
Πυλάδης ἐκλῄζεθ᾽ ἅτερος πρὸς θατέρου.
Ἰφιγένεια
250τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ᾽ ἦν;
Βουκόλος
οὐδεὶς τόδ᾽ οἶδεν: οὐ γὰρ εἰσηκούσαμεν.
Ἰφιγένεια
πῶς δ᾽ εἴδετ᾽ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος
ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
Ἰφιγένεια
καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος
255βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
Ἰφιγένεια
ἐκεῖσε δὴ 'πάνελθε, πῶς νιν εἵλετε
τρόπῳ θ᾽ ὁποίῳ: τοῦτο γὰρ μαθεῖν θέλω.
χρόνιοι γὰρ ἥκουσ᾽: οὐδέ πω βωμὸς θεᾶς
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.