Ἄγγελος
ὦ ναοφύλακες βώμιοί τ᾽ ἐπιστάται,
1285Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
καλεῖτ᾽ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός
τί δ᾽ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος
βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
1290Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός
ἄπιστον εἶπας μῦθον: ὃν δ᾽ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος
1295ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
Χορός
οὐκ ἴσμεν: ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδ᾽ ἀπαγγελεῖς λόγους.
Ἄγγελος
ὁρᾶτ᾽, ἄπιστον ὡς γυναικεῖον γένος:
μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
Χορός
1300μαίνῃ: τί δ᾽ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Ἄγγελος
οὔ, πρίν γ᾽ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
1305καὶ δεσπότῃ σημήναθ᾽ οὕνεκ᾽ ἐν πύλαις
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας
τίς ἀμφὶ δῶμα θεᾶς τόδ᾽ ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος
φεῦ:
πῶς ἔλεγον αἵδε, καί μ᾽ ἀπήλαυνον δόμων,
1310ὡς ἐκτὸς εἴης: σὺ δὲ κατ᾽ οἶκον ἦσθ᾽ ἄρα.
Θόας
τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος
αὖθις τὰ τῶνδε σημανῶ: τὰ δ᾽ ἐν ποσὶ
παρόντ᾽ ἄκουσον. ἡ νεᾶνις ἣ 'νθάδε
βωμοῖς παρίστατ᾽, Ἰφιγένει᾽, ἔξω χθονὸς
1315σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
ἄγαλμ᾽ ἔχουσα: δόλια δ᾽ ἦν καθάρματα.
Θόας
πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος
σῴζουσ᾽ Ὀρέστην: τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θόας
τὸν ποῖον; ἆρ᾽ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος
1320ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
Θόας
ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;
Ἄγγελος
μὴ 'νταῦθα τρέψῃς σὴν φρέν᾽, ἀλλ᾽ ἄκουέ μου:
σαφῶς δ᾽ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
Θόας
1325λέγ᾽: εὖ γὰρ εἶπας: οὐ γὰρ ἀγχίπλουν πόρον
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.