previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

οἶσθά νυν μοι γενέσθω;

Θόας
σὸν τὸ σημαίνειν τόδε.

Ἰφιγένεια

δεσμὰ τοῖς ξένοισι πρόσθες.

Θόας
ποῖ δέ σ᾽ ἐκφύγοιεν ἄν;

Ἰφιγένεια

1205πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.

Θόας
ἴτ᾽ ἐπὶ δεσμά, πρόσπολοι.

Ἰφιγένεια

κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους

Θόας
ἔσται τάδε.

Ἰφιγένεια

κρᾶτα κρύψαντες πέπλοισιν.

Θόας
ἡλίου πρόσθεν φλογός.

Ἰφιγένεια

σῶν τέ μοι σύμπεμπ᾽ ὀπαδῶν.

Θόας
οἵδ᾽ ὁμαρτήσουσί σοι.

Ἰφιγένεια

καὶ πόλει πέμψον τιν᾽ ὅστις σημανεῖ

Θόας
ποίας τύχας;

Ἰφιγένεια

1210ἐν δόμοις μίμνειν ἅπαντας.

Θόας
μὴ συναντῷεν φόνῳ;

Ἰφιγένεια

μυσαρὰ γὰρ τὰ τοιάδ᾽ ἐστί.

Θόας
στεῖχε καὶ σήμαινε σύ

Ἰφιγένεια

μηδέν᾽ εἰς ὄψιν πελάζειν.

Θόας
εὖ γε κηδεύεις πόλιν.

Ἰφιγένεια

καὶ φίλων γ᾽ οὓς δεῖ μάλιστα.

Θόας
τοῦτ᾽ ἔλεξας εἰς ἐμέ.

Ἰφιγένεια

...

Θόας
ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.

Ἰφιγένεια

1215σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ

Θόας
τί χρῆμα δρῶ;

Ἰφιγένεια

ἅγνισον πυρσῷ μέλαθρον.

Θόας
καθαρὸν ὡς μόλῃς πάλιν.

Ἰφιγένεια

ἡνίκ᾽ ἂν δ᾽ ἔξω περῶσιν οἱ ξένοι

Θόας
τί χρή με δρᾶν;

Ἰφιγένεια

πέπλον ὀμμάτων προθέσθαι.

Θόας
μὴ παλαμναῖον λάβω.

Ἰφιγένεια

ἢν δ᾽ ἄγαν δοκῶ χρονίζειν

Θόας
τοῦδ᾽ ὅρος τίς ἐστί μοι;

Ἰφιγένεια

1220θαυμάσῃς μηδέν.

Θόας
τὰ τῆς θεοῦ πρᾶσσ᾽ἐπεὶ σχολήκαλῶς.

Ἰφιγένεια

εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.

Θόας
συνεύχομαι.

Ἰφιγένεια

τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
καὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσα
1225προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.
ἐκποδὼν δ᾽ αὐδῶ πολίταις τοῦδ᾽ ἔχειν μιάσματος,
εἴ τις ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
γάμον στείχει συνάψων τόκοις βαρύνεται,
φεύγετ᾽, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
1230

Διὸς Λητοῦς τ᾽ ἄνασσα παρθέν᾽, ἢν νίψω φόνον
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δ᾽ ἡμεῖς ἐσόμεθα. τἄλλα δ᾽ οὐ λέγουσ᾽, ὅμως
τοῖς τὰ πλείον᾽ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: