Θόας
ποῦ 'σθ᾽ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
1155ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;
Χορός
ἥδ᾽ ἐστίν, ἥ σοι πάντ᾽, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
ἔα:
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ᾽ ἐν ὠλέναις;
Ἰφιγένεια
ἄναξ, ἔχ᾽ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας
1160τί δ᾽ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;
Ἰφιγένεια
ἀπέπτυσ᾽: Ὁσίᾳ γὰρ δίδωμ᾽ ἔπος τόδε.
Θόας
τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
Ἰφιγένεια
οὐ καθαρά μοι τὰ θύματ᾽ ἠγρεύσασθ᾽, ἄναξ.
Θόας
τί τοὐκδιδάξαν τοῦτό σ᾽; ἢ δόξαν λέγεις;
Ἰφιγένεια
1165βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
Θόας
αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια
αὐτόματον: ὄψιν δ᾽ ὀμμάτων ξυνήρμοσεν.
Θόας
ἡ δ᾽ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια
ἥδ᾽, οὐδὲν ἄλλο: δεινὰ γὰρ δεδράκατον.
Θόας
1170ἀλλ᾽ ἦ τιν᾽ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
Ἰφιγένεια
οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θόας
τίν᾽; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια
μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θόας
Ἄπολλον, οὐδ᾽ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια
1175πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
Θόας
ἦ τῶνδ᾽ ἕκατι δῆτ᾽ ἄγαλμ᾽ ἔξω φέρεις;
Ἰφιγένεια
σεμνόν γ᾽ ὑπ᾽ αἰθέρ᾽, ὡς μεταστήσω φόνου.
Θόας
μίασμα δ᾽ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
1180σοφήν σ᾽ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
Ἰφιγένεια
καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας
τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια
τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας
ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ἰφιγένεια
1185καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
Θόας
σὺ δ᾽ ἐς τὸ τῆς θεοῦ γ᾽ ἐξένευσας εἰκότως.
Ἰφιγένεια
πᾶσάν γε μισοῦσ᾽ Ἑλλάδ᾽, ἥ μ᾽ ἀπώλεσεν.
Θόας
τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια
τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας
1190οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;
Ἰφιγένεια
ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας
πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
Ἰφιγένεια
θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας
ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ἰφιγένεια
1195καὶ τἀμά γ᾽ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
Θόας
οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ἰφιγένεια
ἐρημίας δεῖ: καὶ γὰρ ἄλλα δράσομεν.
Θόας
ἄγ᾽ ἔνθα χρῄζεις: οὐ φιλῶ τἄρρηθ᾽ ὁρᾶν.
Ἰφιγένεια
ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας
1200εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
Ἰφιγένεια
οὐ γάρ ποτ᾽ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας
δίκαιος ηὑσέβεια καὶ προμηθία.