previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δὲ ἀναλαβὼν αὖθις τῶν ὑπασπιστῶν καὶ τῶν Ἀγριάνων τοὺς ἡμίσεας καὶ τὸ ἄγημα τῶν ἱππέων καὶ τοὺς ἱπποτοξότας προῄει ὡς ἐπὶ τὰ ὅρια τῶν τε Γαδρωσῶν καὶ Ὠρειτῶν, ἵναπερ στενή τε πάροδος αὐτῷ εἶναι ἐξηγγέλλετο καὶ οἱ Ὠρεῖται τοῖς Γαδρωσοῖς ξυντεταγμένοι πρὸ τῶν στενῶν στρατοπεδεύειν, ὡς εἴρξοντες τῆς παρόδου Ἀλέξανδρον. [2] καὶ ἦσαν μὲν ταύτῃ τεταγμένοι, ὡς δὲ προάγων ἤδη ἐξηγγέλλετο, οἱ μὲν πολλοὶ ἔφυγον ἐκ τῶν στενῶν λιπόντες τὴν φυλακήν, οἱ δὲ ἡγεμόνες τῶν Ὠρειτῶν ἀφίκοντο παρ᾽ αὐτὸν σφᾶς τε αὐτοὺς καὶ τὸ ἔθνος ἐνδιδόντες. τούτοις μὲν δὴ προστάττει ξυγκαλέσαντας τὸ πλῆθος τῶν Ὠρειτῶν πέμπειν ἐπὶ τὰ σφέτερα ἤθη, ὡς δεινὸν οὐδὲν πεισομένους: σατράπην δὲ καὶ τούτοις ἐπιτάσσει Ἀπολλοφάνην: [3] καὶ ξὺν τούτῳ ἀπολείπει Λεοννάτον τὸν σωματοφύλακα ἐν Ὤροις, ἔχοντα τούς τε Ἀγριᾶνας ξύμπαντας καὶ τῶν τοξοτῶν ἔστιν οὓς καὶ τῶν ἱππέων καὶ ἄλλους πεζούς τε καὶ ἱππέας Ἕλληνας μισθοφόρους, τό τε ναυτικὸν ὑπομένειν ἔστ᾽ ἂν περιπλεύσῃ τὴν χώραν καὶ τὴν πόλιν ξυνοικίζειν καὶ τὰ κατὰ τοὺς Ὠρείτας κοσμεῖν, ὅπως μᾶλλόν τι προσέχοιεν τῷ σατράπῃ τὸν νοῦν. αὐτὸς δὲ ξὺν τῇ στρατιᾷ τῇ πολλῇ, καὶ γὰρ καὶ Ἡφαιστίων ἀφίκετο ἄγων αὐτῷ τοὺς ὑπολειφθέντας, προὐχώρει ὡς ἐπὶ Γαδρωσοὺς 1 ἔρημον τὴν πολλήν. [4] καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ λέγει Ἀριστόβουλος σμύρνης πολλὰ δένδρα πεφυκέναι μείζονα κατὰ τὴν ἄλλην σμύρναν, καὶ τοὺς Φοίνικας τοὺς κατ᾽ ἐμπορ[ε]ίαν τῇ στρατιᾷ ξυνεπομένους ξυλλέγοντας τὸ δάκρυον τῆς σμύρνης ῾πολὺ γὰρ εἶναι, οἷα δὴ ἐκ μεγάλων τε τῶν πρέμνων καὶ οὔπω πρόσθεν ξυλλελεγμένον᾽ ἐμπλήσαντας [p. 275] τὰ ὑποζύγια ἄγειν. [5] ἔχειν δὲ τὴν ἔρημον ταύτην καὶ νάρδου ῥίζαν πολλήν τε καὶ εὔοδμον καὶ ταύτην ξυλλέγειν τοὺς Φοίνικας: πολὺ δὲ εἶναι αὐτῆς τὸ καταπατούμενον πρὸς τῆς στρατιᾶς, καὶ ἀπὸ τοῦ πατουμένου ὀδμὴν ἡδεῖαν κατέχειν ἐπὶ πολὺ τῆς χώρας. τοσόνδε εἶναι τὸ πλῆθος: [6] εἶναι δὲ καὶ ἄλλα δένδρα ἐν τῇ ἐρήμῳ, τὸ μέν τι δάφνῃ ἐοικὸς τὸ φύλλον, καὶ τοῦτο ἐν τοῖς προσκλυζομένοις τῇ θαλάσσῃ χωρίοις πεφυκέναι: καὶ ἀπολείπεσθαι μὲν τὰ δένδρα πρὸς τῆς ἀμπώτεως ἐπὶ ξηροῦ, ἐπελθόντος δὲ τοῦ ὕδατος ἐν τῇ θαλάσσῃ πεφυκότα φαίνεσθαι: τῶν δὲ καὶ ἀεὶ τὰς ῥίζας τῇ θαλάσσῃ ἐπικλύζεσθαι, ὅσα ἐν κοίλοις χωρίοις ἐπεφύκει, ἔνθενπερ οὐχ ὑπενόστει τὸ ὕδωρ, καὶ ὅμως οὐ διαφθείρεσθαι τὸ δένδρον πρὸς τῆς θαλάσσης. [7] εἶναι δὲ τὰ δένδρα ταύτῃ πήχεων καὶ τριάκοντα ἔστιν αὐτῶν, τυχεῖν τε ἀνθοῦντα ἐκείνῃ τῇ ὥρᾳ, καὶ τὸ ἄνθος εἶναι τῷ λευκῷ μάλιστα ἴῳ προσφερές, τὴν ὀδμὴν δὲ πολύ τι ὑπερφέρον. καὶ ἄλλον εἶναι καυλὸν ἐκ γῆς πεφυκότα ἀκάνθης, καὶ τούτῳ ἐπεῖναι ἰσχυρὰν τὴν ἄκανθαν, ὥστε ἤδη τινῶν καὶ παριππευόντων ἐμπλακεῖσαν τῇ ἐσθῆτι κατασπάσαι ἀπὸ τοῦ ἵππου μᾶλλόν τι τὸν ἱππέα αὐτὴν ἀποσχισθῆναι ἀπὸ τοῦ καυλοῦ. [8] καὶ τῶν λαγῶν λέγεται ὅτι παραθεόντων εἴχοντο ἐν ταῖς θριξὶν αἱ ἄκανθαι καὶ ὅτι οὕτως ἡλίσκοντο οἱ λαγῶ, καθάπερ ὑπὸ ἰξοῦ αἱ ὄρνιθες τοῖς ἀγκίστροις οἱ ἰχθύες, σιδήρῳ δὲ ὅτι διακοπῆναι οὐ χαλεπὴ ἦν: καὶ ὀπὸν ὅτι ἀνίει πολὺν καυλὸς τῆς ἀκάνθης τεμνομένης, ἔτι πλείονα αἱ συκαῖ τοῦ ἦρος καὶ δριμύτερον. ἔνθεν δὲ διὰ τῆς Γαδρωσῶν χώρας ᾔει ὁδὸν

1 Aristob. fr. 35

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: