ἐν τούτῳ δὲ ἐξαγγέλλεται Ἀλεξάνδρῳ τῶν αὐτονόμων Ἰνδῶν ἄλλους τέ τινας καὶ τοὺς καλουμένους Καθαίους αὐτούς τε παρασκευάζεσθαι ὡς πρὸς μάχην, εἰ προσάγοι τῇ χώρᾳ αὐτῶν Ἀλέξανδρος, καὶ ὅσα ὅμορά σφισιν ἔθνη ὡσαύτως αὐτόνομα, καὶ ταῦτα παρακαλεῖν ἐς τὸ ἔργον: [2] εἶναι δὲ τήν τε πόλιν ὀχυρὰν πρὸς ᾗ ἐπενόουν ἀγωνίσασθαι, Σάγγαλα ἦν τῇ πόλει ὄνομα, καὶ αὐτοὶ οἱ Καθαῖοι εὐτολμότατοί τε καὶ τὰ πολέμια κράτιστοι ἐνομίζοντο, καὶ τούτοις κατὰ τὰ αὐτὰ Ὀξυδράκαι, ἄλλο Ἰνδῶν ἔθνος, καὶ Μαλλοί, ἄλλο καὶ τοῦτο: ἐπεὶ καὶ ὀλίγῳ πρόσθεν στρατεύσαντας ἐπ᾽ αὐτοὺς Πῶρόν τε καὶ Ἀβισάρην ξύν τε τῇ σφετέρᾳ δυνάμει καὶ πολλὰ ἄλλα ἔθνη τῶν αὐτονόμων Ἰνδῶν ἀναστήσαντας οὐδὲν πράξαντας τῆς παρασκευῆς ἄξιον ξυνέβη ἀπελθεῖν. [3] ταῦτα ὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ, σπουδῇ ἤλαυνεν ὡς ἐπὶ τοὺς Καθαίους. καὶ δευτεραῖος μὲν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ὑδραώτου πρὸς πόλιν ἧκεν ᾗ ὄνομα Πίμπραμα: τὸ δὲ ἔθνος τοῦτο τῶν Ἰνδῶν Ἀδραϊσταὶ ἐκαλοῦντο. οὗτοι μὲν δὴ προσεχώρησαν ὁμολογίᾳ Ἀλεξάνδρῳ. [4] καὶ Ἀλέξανδρος ἀναπαύσας τῇ ὑστεραίᾳ [p. 231] τὴν στρατιὰν τῇ τρίτῃ προὐχώρει ἐπὶ τὰ Σάγγαλα, ἵνα οἱ Καθαῖοί τε καὶ οἱ ἄλλοι πρόσχωροι αὐτοῖς ξυνεληλυθότες πρὸ τῆς πόλεως παρατεταγμένοι ἦσαν ἐπὶ γηλόφου οὐ πάντῃ ἀποτόμου: κύκλῳ δὲ τοῦ γηλόφου ἁμάξας περιστήσαντες ἐντὸς αὐτῶν ἐστρατοπέδευον, ὡς τριπλοῦν χάρακα προβεβλῆσθαι [πρὸ] τῶν ἁμαξῶν. [5] Ἀλέξανδρος δὲ τό τε πλῆθος κατιδὼν τῶν βαρβάρων καὶ τοῦ χωρίου τὴν φύσιν, ὡς μάλιστα πρὸς τὰ παρόντα ἐν καιρῷ οἱ ἐφαίνετο παρετάσσετο: καὶ τοὺς μὲν ἱπποτοξότας εὐθὺς ὡς εἶχεν ἐκπέμπει ἐπ᾽ αὐτούς, ἀκροβολίζεσθαι κελεύσας παριππεύοντας, ὡς μήτε ἐκδρομήν τινα ποιήσασθαι τοὺς Ἰνδοὺς πρὶν ξυνταχθῆναι αὐτῷ τὴν στρατιὰν καὶ ὡς πληγὰς γίγνεσθαι αὐτοῖς καὶ πρὸ τῆς μάχης ἐντὸς τοῦ ὀχυρώματος. [6] αὐτὸς δὲ ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως τῶν ἱππέων τὸ ἄγημα κατέστησε καὶ τὴν Κλείτου ἱππαρχίαν, ἐχομένους δὲ τούτων τοὺς ὑπασπιστάς, καὶ ἐπὶ τούτοις τοὺς Ἀγριᾶνας: κατὰ δὲ τὸ εὐώνυμον Περδίκκας αὐτῷ ἐτέτακτο τήν τε αὑτοῦ ἔχων ἱππαρχίαν καὶ τὰς τῶν πεζεταίρων τάξεις: ἐπὶ κέρως δὲ ἑκατέρου οἱ τοξόται αὐτῷ διχῇ διακριθέντες ἐτάχθησαν. [7] ἐκτάσσοντι δὲ αὐτῷ παρεγένοντο καὶ οἱ ἀπὸ τῆς ὀπισθοφυλακίας πεζοί τε καὶ ἱππεῖς. καὶ τούτων τοὺς μὲν ἱππέας ἐπὶ τὰ κέρατα διελὼν παρήγαγεν, ἀπὸ δὲ τῶν πεζῶν τῶν προσγενομένων πυκνοτέραν τὴν ξύγκλεισιν τῆς φάλαγγος ποιήσας αὐτὸς ἀναλαβὼν τὴν ἵππον τὴν ἐπὶ τοῦ δεξιοῦ τεταγμένην παρήγαγεν ἐπὶ τὰς κατὰ τὸ εὐώνυμον τῶν Ἰνδῶν ἁμάξας. ταύτῃ γὰρ εὐπροσοδώτερον αὐτῷ ἐφαίνετο τὸ χωρίον καὶ οὐ πυκναὶ ὡσαύτως αἱ ἅμαξαι ἐφειστήκεσαν.