ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι. κατὰ δὲ τὸν Πόντον Λεύκων ὁ τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἐβασίλευσεν ἔτη πέντε. [7] Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐδ᾽ ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο. κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος ὁ τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.