previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

66.

ἅμα δὲ τούτοις πραττομένοις Μεγαρεῖς θλιβόμενοι τῷ πολέμῳ τῷ πρὸς τοὺς Ἀθηναίους καὶ τῷ πρὸς τοὺς φυγάδας: διαπρεσβευομένων δὲ πρὸς ἀλλήλους περὶ τούτων, τῶν πολιτῶν τινες ἀλλοτρίως ἔχοντες πρὸς τοὺς φυγάδας ἐπηγγείλαντο πρὸς τοὺς Ἀθηναίων στρατηγοὺς προδώσειν τὴν πόλιν. [2] οἱ δὲ στρατηγοί, Ἱπποκράτης τε καὶ Δημοσθένης, συνθέμενοι περὶ τῆς προδοσίας, ἐξέπεμψαν νυκτὸς στρατιώτας ἑξακοσίους εἰς τὴν πόλιν, καὶ οἱ συνθέμενοι παρεδέξαντο τοὺς Ἀθηναίους ἐντὸς τειχῶν. καταφανοῦς δὲ τῆς προδοσίας γενομένης κατὰ τὴν πόλιν, καὶ τοῦ πλήθους σχιζομένου κατὰ τὴν αἵρεσιν, καὶ τῶν μὲν συμμαχούντων τοῖς Ἀθηναίοις, τῶν δὲ βοηθούντων τοῖς Λακεδαιμονίοις, ἐκήρυξέ τις ἀφ᾽ ἑαυτοῦ τοὺς βουλομένους τίθεσθαι τὰ ὅπλα μετὰ Ἀθηναίων καὶ Μεγαρέων. [3] διόπερ τῶν Λακεδαιμονίων ἐγκαταλείπεσθαι μελλόντων ὑπὸ τῶν Μεγαρέων, συνέβη τοὺς φρουροῦντας τὰ μακρὰ τείχη καταλιπεῖν, εἰς δὲ τὴν καλουμένην Νίσαιαν, ἥπερ ἐστὶν ἐπίνειον τῶν Μεγαρέων, καταφυγεῖν. [4] περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν: μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν. οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθ᾽ ὁμολογίαν. καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: