previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. καὶ μετὰ τοῦτο τῷ τε Ἀντιόχῳ τὴν Κομμαγηνὴν ἀπέδωκεν ῾ὁ γὰρ γάιος, καίπερ αὐτός οἱ δοὺς αὐτήν, ἀφῄρητὀ, καὶ τὸν Μιθριδάτην τὸν Ἴβηρα, ὃν Γάιος μεταπεμψάμενος ἐδεδέκει, οἴκαδε πρὸς [2] ἀνάληψιν τῆς ἀρχῆς ἀπέπεμψεν. ἄλλῳ τέ τινι Μιθριδάτῃ, τὸ γένος ἀπ᾽ ἐκείνου τοῦ πάνυ ἔχοντι, τὸν Βόσπορον ἐχαρίσατο, καὶ τῷ Πολέμωνι χώραν τινὰ ἀντ᾽ αὐτοῦ Κιλικίας ἀντέδωκε. τῷ γὰρ Ἀγρίππᾳ τῷ Παλαιστίνῳ συμπράξαντί οἱ τὴν ἡγεμονίαν ῾ἔτυχε γὰρ ἐν τῇ Ῥώμῃ ὤν᾽ τήν τε ἀρχὴν προσεπηύξησε καὶ τιμὰς ὑπατικὰς ἔνειμε. [3] τῷ τε ἀδελφῷ αὐτοῦ Ἡρώδῃ τό τε στρατηγικὸν ἀξίωμα καὶ δυναστείαν τινὰ ἔδωκε, καὶ ἔς τε τὸ συνέδριον ἐσελθεῖν σφισι καὶ χάριν οἱ ἑλληνιστὶ γνῶναι ἐπέτρεψεν. [4] ταῦτα μὲν οὖν αὐτοῦ τε τοῦ Κλαυδίου ἔργα ἦν καὶ ὑφ᾽ ἁπάντων ἐπῃνεῖτο: ἐπράχθη δὲ καὶ ἄλλα ἄττα τότε, οὐχ ὁμοιότροπα, ὑπό τε τῶν ἐξελευθέρων αὐτοῦ καὶ ὑπὸ τῆς γυναικὸς Οὐαλερίας [5] Μεσσαλίνης. αὕτη μὲν γὰρ τὴν Ἰουλίαν τὴν ἀδελφιδῆν αὐτοῦ, ὀργισθεῖσά τε ἅμα ὅτι μήτε ἐτιμᾶτο ὑπ᾽ αὐτῆς μήτε ἐκολακεύετο, καὶ ζηλοτυπήσασα [p. 388] ὅτι περικαλλής τε ἦν καὶ μόνη τῷ Κλαυδίῳ πολλάκις συνεγίγνετο, ἐξώρισεν, ἐγκλήματα αὐτῇ ἄλλα τε καὶ μοιχείας παρασκευάσασα, ἐφ᾽ καὶ Σενέκας Ἀνναῖος 1 ἔφυγε, καὶ ὕστερόν γε οὐ πολλῷ καὶ ἀπέκτεινεν [6] αὐτήν. ἐκεῖνοι δὲ καὶ τὰς τιμὰς αὐτὸν τὰς ἐπινικίους ἐπὶ τοῖς ἐν τῇ Μαυριτανίᾳ πραχθεῖσι δέξασθαι ἔπεισαν, οὐχ ὅτι τι κατορθώσαντα, ἀλλ᾽ οὐδ᾽ ἐν τῇ ἀρχῇ πω ὄντα ὅτε διεπολεμήθη. [7] καίτοι καὶ τούτῳ τῷ ἔτει τε Γάλβας Σουλπίκιος Χάττους ἐκράτησε, καὶ Πούπλιος Γαβίνιος 2 Καύχους 3 νικήσας τά τε ἄλλα εὐδοκίμησε καὶ ἀετὸν στρατιωτικὸν ὃς μόνος ἔτι παρ᾽ αὐτοῖς ἐκ τῆς Οὐάρου συμφορὰς ἦν ἐκομίσατο, ὡς καὶ ἀληθὲς ὄνομα αὐτοκράτορος ἀπ᾽ ἀμφοτέρων σφῶν τὸν Κλαύδιον λαβεῖν. ”

1 *)annai=os Bs., a)/nnios M.

2 *gabi/nios Bk., gaoui/nios M.

3 *kau/xous Leuncl., *maurousi/ous *m.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: