previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. οὐ μὴν ἀλλὰ ταῦτα μὲν καὶ πάνυ τοῦ Κλαυδίου ἐπῄνουν, καὶ νὴ Δία καὶ ἐκεῖνο ὅτι ἐντυχόντος τινὸς τοῖς δημάρχοις κατὰ τοῦ ἐξελευθερώσαντος αὐτόν, καὶ ὑπηρέτην ἐπ᾽ αὐτὸν αἰτήσαντος καὶ λαβόντος, ἠγανάκτησε, καὶ ἐκεῖνόν τε καὶ τοὺς συνεξετασθέντας αὐτῷ ἐκόλασε, καὶ προσέτι καὶ ἀπηγόρευσε μηδένα τοῖς τοιούτοις 1 κατὰ τῶν δεσποτευσάντων αὐτῶν βοηθεῖν, εἰ δὲ μή, στέρεσθαι τοῦ δίκην αὐτοὺς ἑτέροις λαγχάνειν. [2] δουλεύοντα μέντοι αὐτὸν τῇ τε γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες ἤσχαλλον, ἄλλως τε καὶ ἐπειδὴ σπουδασάντων ποτὲ τῶν τε ἄλλων καὶ αὐτοῦ τοῦ Κλαυδίου τὸν Σαβῖνον τὸν τῶν Κελτῶν ἐπὶ τοῦ Γαΐου ἄρξαντα ἐν μονομαχίᾳ τινὶ ἀποκτεῖναι, Μεσσαλῖνα ἔσωσε: καὶ γὰρ ἐκείνῳ ἐπλησίαζε. [3] τοῦτό τε οὖν αὐτοὺς ἠνία, καὶ ὅτι τὸν Μνηστῆρα ἀποσπάσασα ἀπὸ τοῦ θεάτρου εἶχε, καὶ ὁπότε γε λόγος τις ἐν τῷ δήμῳ 2 περὶ αὐτοῦ ὅτι μὴ ὀρχοῖτο γίγνοιτο, θαῦμά τε Κλαύδιος ἐποιεῖτο καὶ ἀπελογεῖτο τά τε ἄλλα καὶ ὀμνὺς [4] ὅτι μὴ συνείη αὐτῷ. πιστεύοντες γὰρ ὄντως ἀγνοεῖν αὐτὸν τὰ γιγνόμενα, ἐλυποῦντο μὲν ὅτι μόνος οὐκ ἠπίστατο τὰ ἐν τῷ βασιλείῳ δρώμενα, ὅσα καὶ ἐς τοὺς πολεμίους ἤδη διεπεφοιτήκει, οὐ μὴν καὶ ἐξελέγχειν αὐτὰ ἤθελον, τὸ μέν τι τὴν Μεσσαλῖναν αἰδούμενοι, τὸ δὲ καὶ τοῦ Μνηστῆρος [p. 440] [5] φειδόμενοι: ὅσον γὰρ ἐκείνῃ διὰ τὸ κάλλος, τοσοῦτον τῷ δήμῳ διὰ τὴν τέχνην ἤρεσκεν. οὕτω γάρ που δεινὸς σοφιστὴς ἐν τῇ ὀρχήσει ἦν ὥστε τοῦ ὁμίλου μεγάλῃ ποτὲ σπουδῇ δρᾶμά τι αὐτὸν ἐπιβόητον ὀρχήσασθαι δεομένου, παρακῦψαί τε ἐκ τῆς σκηνῆς καὶ εἰπεῖν ὅτιοὐ δύναμαι τοῦτο ποιῆσαι: τῷ γὰρ Ὀρέστῃ συγκεκοίμημαι.’ [6] δ᾽ οὖν Κλαύδιος ταῦτά τε οὕτως ἔπραττε, καὶ ἐπειδὴ πλῆθός τε δικῶν ἀμύθητον ἦν καὶ οὐκ ἀπήντων ἐπ᾽ αὐτὰς 3 οἵ τι 4 προσδοκῶντες ἐλαττωθήσεσθαι, προεῖπε διὰ προγράμματος ὅτι καὶ κατὰ ἀπόντων αὐτῶν ἐντὸς ῥητῆς τινος ἡμέρας δικάσει, καὶ ἐνεπέδωσε τοῦτο. [7] ὅτι Μιθριδάτης τῶν Ἰβήρων βασιλεὺς ἐνεωτέρισε, καὶ παρεσκευάζετο εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. τῆς δὲ μητρὸς ἀντιλεγούσης καὶ φυγεῖν, ἐπειδὴ μὴ πείθειν αὐτὸν ἠδύνατο, βουληθείσης, βουλόμενος ἐπικαλύψαι τὸ σπουδαζόμενον, αὐτὸς μὲν παρεσκευάζετο, πέμπει δὲ Κότυν τὸν ἀδελφὸν εἰς πρεσβείαν, φιλίους λόγους τῷ Κλαυδίῳ κομίζοντα. δὲ παραπρεσβεύσας πάντα αὐτῷ κατεμήνυσε, καὶ βασιλεὺς Ἰβηρίας ἀντὶ Μιθριδάτου γίνεται.” Petr. Patr. exc. deλεγ.γ 2 ῾ηοεσξη. π. 15῀φρ. 3 μυελλ. φραγμ. ηιστ. γρ. 4 π. 184 ς#3.᾿. ”

1 mhde/na toi=s toiou/tois Bs., mhde\ toi=s ou(/tw M.

2 Here M ends (sith dh/'.

3 e)p' au)ta\s Rk., e)p' au)tai=s L', e)p' au)th=s cod. Peir.

4 oi(/ ti Casaubon, e)/ti L' cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: