previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. ἄνδρες τε οὖν ἐν τούτῳ πολλοὶ καὶ γυναῖκες, καὶ ἐν αὐτῷ γε εἰσὶν αἳ τῷ δεσμωτηρίῳ, ἐκολάσθησαν. μέλλουσαί τε ἀποθνήσκειν ἐπὶ βῆμα καὶ αὐταὶ ἀνήγοντο δεδεμέναι ὥσπερ αἰχμάλωτοι, καὶ τὰ [p. 406] σώματα καὶ ἐκείνων ἐς τοὺς ἀναβασμοὺς ἐρριπτεῖτο: τῶν γὰρ ἔξω που θανατωθέντων αἱ [2] κεφαλαὶ μόναι ἐνταῦθα προετίθεντο. ἤδη δ᾽ οὖν τινες καὶ τῶν πάνυ ὑπαιτίων, οἱ μὲν χάρισιν οἱ δὲ καὶ χρήμασιν, ὑπό τε τῆς Μεσσαλίνης καὶ ὑπὸ τῶν περὶ τὸν Νάρκισσον Καισαρείων 1 περιεγένοντο. καὶ οἵ γε παῖδες τῶν ἀπολλυμένων τὴν μὲν ἄδειαν πάντες, εἰσὶ δὲ οἳ καὶ χρήματα [3] ἐλάμβανον. ἐκρίνοντο δὲ ἐν τῷ συνεδρίῳ, τοῦ τε Κλαυδίου καὶ τῶν ἐπάρχων τῶν τε ἐξελευθέρων αὐτοῦ παρόντων: τὴν μὲν γὰρ ἐσήγησιν ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ καὶ ἐπὶ βάθρου καθήμενος ἐποιεῖτο, μετὰ δὲ τοῦτο αὐτός τε ἐπὶ τὴν συνήθη ἕδραν μετήρχετο, καὶ ἐκείνοις οἱ δίφροι ἐτίθεντο. [4] καὶ ταῦτα μὲν καὶ ἐπὶ τῶν ἄλλων τῶν μεγίστων ὁμοίως ἐγίγνετο: τότε δὲ Γάλαισός τις ἀπελεύθερος τοῦ Καμίλλου πολλὰ μὲν καὶ ἄλλα ἐσαχθεὶς ἐς τὸ βουλευτήριον ἐπαρρησιάσατο, ἓν [5] δὲ δὴ καὶ τόδε μνήμης ἄξιον. τοῦ γὰρ Ναρκίσσου παρελθόντος ἐς τὸ μέσον καὶ εἰπόντος αὐτῷτί ἂν ἐποίησας, Γάλαισε, εἰ Κάμιλλος ἐμεμοναρχήκει;’ ἀπεκρίνατο ὅτιεἱστήκειν 2 ἂν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.’ αὐτός τε οὖν ἐπὶ τούτῳ καὶ Ἀρρία αὖ ἐφ᾽ ἑτέρῳ ὀνομαστοὶ ἐγένοντο. [6] αὕτη γὰρ γυνὴ Καικίνου Παίτου 3 οὖσα οὔτ᾽ ἠθέλησε θανατωθέντος αὐτοῦ ζῆσαι, καίπερ καὶ ἐν τιμῇ τινι εἶναι δυναμένη ῾τῇ γὰρ Μεσσαλίνῃ σφόδρα ᾠκείωτὀ, καὶ προσέτι καὶ τὸν ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε: τὸ γὰρ ξίφος λαβοῦσα [p. 408] ἑαυτήν τε ἔτρωσε, καὶ ἐκείνῳ ὤρεξεν εἰποῦσα [7]ἰδού, Παῖτε, 4 οὐκ ἀλγῶ.’ καὶ οἱ μὲν ἐπῃνοῦντο: ἤδη γὰρ ὑπὸ τῆς συνεχείας τῶν κακῶν ἐς τοῦτο τὰ πράγματα προεληλύθει ὥστ᾽ ἀρετὴν μηκέτ᾽ ἄλλο μηδὲν τὸ γενναίως ἀποθανεῖν νομίζεσθαι: Κλαύδιος δὲ οὕτω που πρὸς τὴν τιμωρίαν τήν τε ἐκείνων καὶ τὴν τῶν ἄλλων ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, τὸ ὅτι χρὴἄνδρα ἀπαμύνασθαι 5 ὅτε τις [8] πρότερος χαλεπήνῃ.’ καὶ ἄλλα δὲ πολλὰ καὶ πρὸς ἐκείνους καὶ πρὸς τὴν βουλὴν τοιουτότροπα ἑλληνιστὶ παρεφθέγγετο, ὥστε καὶ γέλωτα παρὰ τοῖς δυναμένοις ἔστιν αὐτῶν συνεῖναι ὀφλισκάνειν. τότε μὲν δὴ ταῦτά τε ἐγένετο, καὶ οἱ δήμαρχοι τελευτήσαντός σφων ἑνὸς αὐτοὶ τὴν γερουσίαν ἐς τὸ τὸν δημαρχήσοντα ἀντικαταστῆσαι, καίτοι τῶν ὑπάτων παρόντων, ἤθροισαν. ”

1 *kaisarei/wn R. Steph., kaisari/wn M.

2 ei(oth/kein Zon., e(sth/kein M exc. Vat.

3 *pai/tou Catancus, u(pa/ton M Zon.

4 *pai=te Perizonius, pai=e M Zon.

5 a)pamu/nasqai Xiph. Zon. exc. Vat., a)pamu/nesqai M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: