previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. τούτων οὖν τῶν τεράτων οὔθ᾽ Σεϊανὸς οὔτ᾽ ἄλλος τις ἐνθύμιον ἐποιήσατο: πρὸς γὰρ τὴν τῶν παρόντων ὄψιν οὐδ᾽ ἂν εἰ σαφῶς θεός τις προέλεγεν ὅτι τοσαύτη δι᾽ ὀλίγου μεταβολή [2] γενήσοιτο, ἐπίστευσεν ἄν τις. τήν τε οὖν τύχην 1 αὐτοῦ κατακορῶς 2 ὤμνυσαν, καὶ συνάρχοντα τοῦ Τιβερίου, οὐκ ἐς τὴν ὑπατείαν ἀλλ᾽ ἐς τὸ κράτος ὑποσημαίνοντες, ἐπεκάλουν. 3 Τιβέριος δὲ ἠγνόει μὲν οὐδὲν ἔτι τῶν κατ᾽ αὐτόν, βουλευόμενος 4 δὲ ὅντινα τρόπον αὐτὸν ἀποκτείνῃ, καὶ οὐχ εὑρίσκων ὅπως ἀσφαλῶς ἐκ τοῦ φανεροῦ τοῦτο ποιήσει, θαυμαστὸν δή τινα τρόπον καὶ αὐτῷ ἐκείνῳ καὶ τοῖς ἄλλοις, ὥστε τὴν γνώμην αὐτῶν ἀκριβῶς [3] μαθεῖν, ἐχρήσατο. περί τε γὰρ ἑαυτοῦ πολλὰ καὶ ποικίλα καὶ τῷ Σεϊανῷ καὶ τῇ βουλῇ συνεχῶς ἐπέστελλε, νῦν μὲν λέγων 5 φλαύρως ἔχειν καὶ ὅσον οὐκ ἤδη τελευτήσειν, νῦν δὲ καὶ σφόδρα ὑγιαίνειν καὶ αὐτίκα δὴ μάλα ἐς τὴν Ῥώμην [4] ἀφίξεσθαι: καὶ τὸν Σεϊανὸν τοτὲ μὲν πάνυ ἐπῄνει τοτὲ δὲ πάνυ καθῄρει, τῶν τε ἑταίρων αὐτοῦ τοὺς μὲν ἐτίμα δι᾽ ἐκεῖνον τοὺς δ᾽ ἠτίμαζεν. ὥστε Σεϊανὸς ἐν τῷ μέρει καὶ τοῦ ὑπερόγκου καὶ τοῦ ὑπερφόβου πληρούμενος ἀεὶ μετέωρος ἦν: οὔτε γὰρ δεδιέναι αὐτῷ καὶ διὰ τοῦτο καὶ νεοχμῶσαί τι ἐπῄει, 6 καὶ γὰρ ἐτιμᾶτο, 7 οὔτ᾽ αὖ θαρσεῖν 8 καὶ ἀπ᾽ αὐτοῦ καὶ ἐπιτολμῆσαί τι, καὶ γὰρ ἐκολούετο. [5] καὶ μέντοι καὶ οἱ λοιποὶ πάντες ἐναλλὰξ [p. 204] καὶ δι᾽ ὀλίγου: τὰ ἐναντιώτατα ἀκούοντες, καὶ μήτε τὸν Σεϊανὸν θαυμάζειν ἔτι καὶ καταφρονεῖν ἔχοντες, ἔς τε τὸν Τιβέριον ὡς καὶ τεθνήξοντα καὶ ἥξοντα ὑποπτεύοντες, ἐν ἀμφιβόλῳ ἐγίγνοντο. ”

1 tu/xhn CL', te/xnhn V.

2 katakorw=s Bk., katakorei=s *wCL'.

3 e)peka/loun *wC, e)dh/loun L'.

4 bouleuo/menos Xyl., boulo/menos *wCL'.

5 le/gwn Bk., le/gwn o(/ti *wCL'.

6 e)ph/|ei L', e)pih/ei *w, e)poi/ei C.

7 kai\ ga\r e)tima=to om. L'.

8 qarsei=n Bk., qarrei=n *wCL'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: