previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. Τιβέριος δὲ δὴ ἦλθε μὲν πρὸς τὸ ἄστυ, καὶ διέτριψεν ἐν τοῖς πέριξ αὐτοῦ τόποις, οὐ μέντοι καὶ ἐσεφοίτησεν εἴσω, καίτοι καὶ τριάκοντα σταδίους ἀποσχών, καὶ τὰς θυγατέρας τάς τε τοῦ Γερμανικοῦ τὰς λοιπὰς καὶ τὴν τοῦ Δρούσου τὴν [2] Ἰουλίαν ἐκδούς. καὶ διὰ τοῦτο οὐδ᾽ πόλις τοὺς γάμους αὐτῶν ἑώρτασεν, ἀλλὰ τά τε ἄλλα καὶ βουλὴ καὶ τότε καὶ συνήχθη καὶ ἐδίκασε. σφόδρα γὰρ ἐπιμελὲς ἐποιεῖτο ἀεί σφας ὁσάκις καὶ καθήκοι 1 συνιέναι καὶ μήτ᾽ ὀψιαίτερον ἀπαντᾶν τοῦ τεταγμένου μήτε πρωιαίτερον ἀπαλλάττεσθαι. [3] καὶ πολλὰ περὶ τούτου καὶ τοῖς ὑπάτοις ἐπέστελλε, καί ποτέ τινα ὑπ᾽ αὐτῶν καὶ ἀναγνωσθῆναι ἐκέλευσεν. καὶ ἐπ᾽ ἄλλων πραγμάτων ἐποίει, καθάπερ μὴ δυνάμενος αὐτὰ ἄντικρυς τῇ βουλῇ γράψαι. ἐσέπεμπε δὲ ἐς αὐτὴν οὐ μόνον τὰ βιβλία τὰ διδόμενά οἱ παρὰ τῶν μηνυόντων τι, ἀλλὰ καὶ τὰς βασάνους ἃς Μάκρων ἐποιεῖτο, ὥστε μηδὲν ἐπ᾽ αὐτοῖς πλὴν [4] τῆς καταψηφίσεως γίγνεσθαι. ἐπεὶ μέντοι Οὐιβούλιός τε Ἀγρίππας ἱππεὺς φάρμακον ἐν [p. 240] αὐτῷ τῷ βουλευτηρίῳ ἐκ δακτυλίου ῥοφήσας ἀπέθανε, καὶ Νέρουας μηκέτι τὴν συνουσίαν αὐτοῦ φέρων ἀπεκαρτέρησε διά τε τἆλλα, καὶ μάλισθ᾽ ὅτι τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων ὑπὸ τοῦ Καίσαρος τεθέντας, ἐξ ὧν καὶ ἀπιστία καὶ ταραχὴ πολλὴ γενήσεσθαι ἔμελλεν, [5] ἀνενεώσατο, καὶ πολλά γε αὐτοῦ παρακαλοῦντος ὅπως τι ἐμφάγῃ 2 οὐδ᾽ ἀποκρίνασθαί τι ἠθέλησε, τό τε πρᾶγμα τὸ κατὰ τὰ δανείσματα ἐμετρίασε, καὶ δισχιλίας καὶ πεντακοσίας μυριάδας τῷ δημοσίῳ ἔδωκεν ὥστ᾽ αὐτὰς ὑπ᾽ ἀνδρῶν βουλευτῶν ἀτοκεὶ τοῖς δεομένοις ἐς τρία ἔτη ἐκδανεισθῆναι, τούς τε ἐπιβοητοτάτους τῶν τὰς κατηγορίας ποιουμένων ἀποθανεῖν ἐν μιᾷ ἡμέρᾳ ἐκέλευσε. [6] καὶ ἐνδεῖξαί τινα ἀνδρὸς ἐν τοῖς ἑκατοντάρχοις ἐξητασμένου βουληθέντος ἀπεῖπε μηδένα ἐστρατευμένον τοῦτο ποιεῖν, καίπερ καὶ ἱππεῦσι καὶ βουλευταῖς ἐπιτρέπων αὐτὸ πράττειν. ”

1 kaqh/koi Dind., kaqh/kei M.

2 ti e)mfa/gh| Polak, ti a)\n fai/h M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: