previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. Σεϊανὸς μὲν δὴ μέγιστον τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ᾽ αὐτόν, πλὴν Πλαυτιανοῦ, τὴν ἡγεμονίαν ταύτην λαβόντων ἰσχύσας οὕτως ἀπήλλαξεν, οἱ δὲ δὴ συγγενεῖς οἵ τε ἑταῖροι αὐτοῦ καὶ οἱ λοιποὶ πάντες οἵ τι αὐτὸν κολακεύσαντες καὶ οἱ τὰς [2] τιμὰς αὐτῷ ἐσηγησάμενοι ἐκρίνοντο: καὶ ἐκείνων τε οἱ πλείους ἡλίσκοντο ἐφ᾽ οἷς πρότερον ἐφθονοῦντο, καὶ οἱ ἄλλοι κατεδίκαζόν σφων ἐφ᾽ οἷς πρότερον ἐψηφίσαντο. καὶ συχνοὶ καὶ τῶν κεκριμένων τε ἐπί τισι καὶ ἀφειμένων καὶ κατηγορήθησαν αὖθις καὶ ἑάλωσαν ὡς καὶ τὴν ἐκείνου [3] χάριν τότε σωθέντες. οὕτως, εἰ καὶ μηδὲν ἄλλο [p. 224] ἔγκλημά τῳ ἐπεφέρετο, ἀλλ᾽ αὐτό γε 1 τότε ἐξήρκει οἱ πρὸς τὴν τιμωρίαν ὅτι φίλος τοῦ Σεϊανοῦ ἐγεγόνει, καθάπερ οὐ καὶ αὐτοῦ τοῦ Τιβερίου φιλήσαντος αὐτὸν καὶ δι᾽ ἐκεῖνον καὶ τῶν [4] ἄλλων οὕτω σπουδασάντων. ἐμήνυον δὲ δὴ ταῦτα ἄλλοι τε καὶ αὐτοὶ οἱ μάλιστα τὸν Σεϊανὸν θεραπεύοντες: οἷα γὰρ ἀκριβῶς τοὺς ὁμοίους σφίσιν εἰδότες, οὐδὲν πρᾶγμα εἶχον οὔτ᾽ ἀναζητοῦντες αὐτοὺς οὔτε ἐξελέγχοντες. καὶ οἱ μέν, ὡς σωθησόμενοί τε διὰ τοῦτο καὶ τιμὰς καὶ χρήματα προσληψόμενοι, οἱ μὲν κατηγόρουν τινῶν οἱ δὲ κατεμαρτύρουν, συνέβη δὲ αὐτοῖς μηδενὸς [5] ὧν ἤλπιζον τυχεῖν: τοῖς γὰρ αὐτοῖς ἐγκλήμασιν οἷς τοὺς ἄλλους μετῄεσαν ἐνεχόμενοι, τὸ μέν τι δἰ ἐκεῖνα τὸ δὲ καὶ ὡς προδωσέταιροι, προσαπώλλυντο. ”

1 ge H. Steph., te M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: