Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν
αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ λέγειν, ὑπὲρ
πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων
παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν
Αἰσχίνης, οἷον ὅτι “οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν
συμμαχίαν” καὶ ὅτι “ἀμπελουργοῦσί τινες τὴν πόλιν” καὶ
“ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμου” καὶ “φορμορραφούμεθα”
καὶ “ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσιν,”
οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν: “ταῦτα δέ,
ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;” οὐδέ γε ἄλλα
τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους
λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε
ἢ ἓξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος.
εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ
λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί,
[p. 251]
ὡς ἐν τοῖς κατ᾽ Ἀριστογείτονος β καὶ ἐν τῇ ἀπολογίᾳ
τῶν δώρων καὶ ἐν τῷ περὶ τοῦ μὴ ἐκδοῦναι
Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν
πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε συχνοῖς, οὕς
ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι
πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.