Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες
λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δ᾽ οὐ
παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν,
ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλ᾽ ἐγκώμιον τῆς πόλεως,
ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς
φέρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι
κατορθοῦν. ἔστι δ᾽ ἡ λέξις ἥδε: “ἐπειδὴ δὲ πολὺς
τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον
εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν
ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετ᾽ εὐνοίας, ἃ λέγω, θεωρησάτω.
εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι
καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ
διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδ᾽ ἐφθέγξω,
οὐδ᾽ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ
δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον.
νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι
κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ:
τότε δ᾽ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα
τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν
[p. 198]
αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα
κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς
οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδ᾽
ἐμοῦ. τίσι δ᾽ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς
εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν
πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος
ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δ᾽ ὑπὲρ τοῦ μὴ γενέσθαι
ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι,
καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς
πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ
τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων,
τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ
παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων
Λακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ
πολλῆς χάριτος τοῦτ᾽ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ
τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον
ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι;
ἀλλ᾽ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις
πάτρια οὐδ᾽ ἀνεκτὰ οὐδ᾽ ἔμφυτα, οὐδ᾽ ἐδυνήθη πώποτε
τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι
τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην
ἀσφαλῶς δουλεύειν. ἀλλ᾽ ἀγωνιζομένη περὶ πρωτείων
καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν
αἰῶνα διετέλεσε. καὶ ταῦθ᾽ οὕτως σεμνὰ καὶ καλὰ καὶ
[p. 199]
προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε
εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας
μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο
τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ
τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες,
ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν
ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι,
τὸν δ᾽ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις
Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ
αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ
ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν,
δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλ᾽ οὐδὲ ζῆν ἠξίουν,
εἰ μὴ μετ᾽ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ
αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον
γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι
ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς
εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ
δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν
ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται
τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν
δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν
τοῦτ᾽ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς
ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ
μοι; νῦν δ᾽ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις
ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ
τοῦτ᾽ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας
[p. 200]
τῆς ἐφ᾽ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί
φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων
ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων
αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι
γλίχεται, τὰ δ᾽ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια
ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ
πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε,
οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν.
ἀλλ᾽ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν
ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον
ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας
τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους
καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπ᾽
Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις
μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας
ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν,
Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς
κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν
ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν
ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.