Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰρηκὼς δὲ κατ᾽ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης
τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι
τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν
αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δ᾽ ἐνέλιπεν
ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον
ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτ᾽ ἤδη πορεύσομαι,
τὰς ἄριστα δοκούσας ἔχειν παρ᾽ ἑκατέρῳ τῶν
ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς
τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν
ὑποθέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις
τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.