previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου. καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶ [2] δήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν. Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων ῾ἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχοσ᾽ καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ [p. 228] τε ὄντας τοὺς πρέσβεις καταλαβὼν ἀφείλετο τοὺς [3] ἀπαγομένους. χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπ᾽ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει. [4] ὡς δ᾽ οἱ περὶ Λικίννιον γράφουσιν οὐ μετὰ Ῥωμύλου παραγενόμενος οὐδὲ χάριν ἱερῶν, ἀλλὰ μόνος ὡς πείσων τοὺς ἀδικηθέντας ἀφεῖναι τοῖς δεδρακόσι τὴν ὀργήν, ἀγανακτήσαντος τοῦ πλήθους ἐπὶ τῷ μὴ παραδίδοσθαί σφισι τοὺς ἄνδρας, ὡς τε Ῥωμύλος ἐδικαίωσε καὶ τῶν Ῥωμαίων ἔκρινε βουλή, καὶ τῶν προσηκόντων τοῖς τεθνεῶσι κατὰ πλῆθος ὁρμησάντων ἐπ᾽ αὐτόν, ἀδύνατος ὢν ἔτι διαφυγεῖν τὴν ἐκ χειρὸς δίκην καταλευσθεὶς ὑπ᾽ αὐτῶν ἀποθνήσκει. [5] Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δ᾽ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθ᾽ ἕκαστον ἐνιαυτὸν πόλις ἐπιτελεῖ δημοσίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: