previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥωμύλος δὲ τοὺς ἄλλους διώκων ἐγγὺς [p. 215] γενόμενος τοῦ Καπιτωλίου καὶ πολλὰς ἐλπίδας ἔχων αἱρήσειν τὸ φρούριον ἄλλοις τε πολλοῖς τραύμασι καταπονηθεὶς καὶ δὴ καὶ λίθου πληγῇ ἐξαισίῳ κατὰ κροτάφου ἐνεχθέντος ἐκ τῶν ἄνωθεν κακωθείς, αἴρεταί τε πρὸς τῶν παρόντων ἡμιθανὴς καὶ εἰς τὸ [2] τεῖχος ἀποφέρεται. τοῖς δὲ Ῥωμαίοις δέος ἐμπίπτει τὸν ἡγεμόνα οὐκέτι ὁρῶσι, καὶ τρέπεται τὸ δεξιὸν κέρας εἰς φυγήν: οἱ δ᾽ ἐν τῷ εὐωνύμῳ ταχθέντες ἅμα τῷ Λοκόμωνι τέως μὲν ἀντεῖχον ὑπὸ τοῦ ἡγεμόνος ἀναθαρρρυνόμενοι, λαμπροτάτου τὰ πολέμια ἀνδρὸς καὶ πλεῖστα ἔργα κατὰ τοῦτον τὸν πόλεμον ἀποδειξαμένου: ἐπεὶ δὲ κἀκεῖνος ἐλασθεὶς διὰ τῶν πλευρῶν σαυνίῳ τῆς δυνάμεως ὑπολιπούσης ἔπεσεν οὐδ᾽ αὐτοὶ διέμειναν, φυγὴ δὲ μετὰ τοῦτο πάντων αὐτῶν ἐγίνετο, καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἐδίωκον ἄχρι τῆς πόλεως. [3] ἤδη δὲ πλησιάζοντες ταῖς πύλαις ἀπηλαύνοντο τῆς νεότητος ἐπεξελθούσης αὐτοῖς ἀκραιφνοῦς, τὰ τείχη φυλάττειν βασιλεὺς ἐπέτρεψε, καὶ τοῦ Ῥωμύλου, ῥᾷον γὰρ ἤδη εἶχεν ἐκ τοῦ τραύματος, ἐκβοηθήσαντος ὡς εἶχε τάχους, ἐγίνετό τε ἀγχίστροφος τοῦ ἀγῶνος τύχη καὶ πολλὴν ἔχουσα τὴν ἐπὶ θάτερα μεταβολήν. [4] οἱ μέν γε φεύγοντες ὡς τὸν ἡγεμόνα ἐκ τοῦ ἀπροσδοκήτου φανέντα εἶδον ἀναλαβόντες ἑαυτοὺς ἐκ τοῦ προτέρου δέους εἰς τάξιν καθίσταντο καὶ οὐκέτι ἀνεβάλλοντο μὴ οὐχ ὁμόσε τοῖς ἐχθροῖς [p. 216] χωρεῖν: οἱ δὲ τέως κατείργοντες αὐτοὺς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ οὐ κατὰ κράτος αὐτὴν τὴν πόλιν ἁλῶναι, ἐπειδὴ τὸ αἰφνίδιόν τε καὶ παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αὐτοὶ τῆς ἑαυτῶν ἐσκόπουν. ἦν δὲ αὐτοῖς οὐκ εὐπετὴς πρὸς τὸν χάρακα ἀναχώρησις καθ᾽ ὑψηλοῦ τε χωρίου καὶ διὰ κοίλης ὁδοῦ διωκομένοις, καὶ πολὺς αὐτῶν φόνος ἐν ταύτῃ γίνεται τῇ τροπῇ. [5] ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τύχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ὄντος ἤδη διεκρίθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: