γενεᾷ δ᾽ ἑκκαιδεκάτῃ μετὰ τὸν Τρωικὸν πόλεμον Ἀλβανοὶ συνοικίζουσιν ἄμφω τὰ χωρία ταῦτα τείχει περιλαβόντες καὶ τάφρῳ. τέως δὲ ἦν αὔλια βουφορβίων τε καὶ ποιμνίων καὶ τῶν ἄλλων καταγωγαὶ βοτήρων ἄφθονον ἀναδιδούσης πόαν τῆς αὐτόθι γῆς οὐ μόνον τὴν χειμερινήν, ἀλλὰ καὶ τὴν θερεινόμον διὰ τοὺς ἀναψύχοντάς τε καὶ κατάρδοντας αὐτὴν ποταμούς. [2] γένος δὲ τὸ τῶν Ἀλβανῶν μικτὸν ἦν ἔκ τε Πελασγῶν καὶ Ἀρκάδων καὶ Ἐπειῶν τῶν ἐξ Ἤλιδος ἐλθόντων, τελευταίων δὲ τῶν μετὰ τὴν Ἰλίου ἅλωσιν ἀφικομένων εἰς Ἰταλίαν Τρώων, οὺς ἦγεν Αἰνείας ὁ Ἀγχίσου καὶ Ἀφροδίτης. εἰκὸς δέ τι καὶ βαρβαρικὸν ἐκ τῶν προσοίκων ἢ παλαιῶν οἰκητόρων ὑπολιπὲς τῷ Ἑλληνικῷ συγκαταμιγῆναι. ὄνομα δὲ κοινὸν οἱ σύμπαντες οὗτοι Λατῖνοι ἐκλήθησαν ἐπ᾽ ἀνδρὸς δυναστεύσαντος τῶν τόπων Λατίνου τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθέντες. [3] ἐτειχίσθη μὲν ς3οὖν ἡ πόλις υπὸ τούτων τῶν ἐθνῶν ἐνιαυτῷ δευτέρῳ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν ἐπὶ τῆς ἑβδόμης ὀλυμπιάδος. οἱ δὲ ἀγαγόντες τὴν ἀποικίαν ἀδελφοὶ δίδυμοι τοῦ βασιλείου γένους ἦσαν: Ῥωμύλος αὐτῶν ὄνομα θατέρῳ, [p. 156] τῷ δ᾽ ἑτέρῳ Ῥῶμος: τὰ μητρόθεν μὲν ἀπ᾽ Αἰνείου τε καὶ Δαρδανίδαι, πατρὸς δὲ ἀκρίβειαν μὲν οὐ ῥᾴδιον εἰπεῖν ἐξ ὅτου φύντες, πεπίστευνται δὲ ὑπὸ Ῥωμαίων Ἄρεος υἱοὶ γενέσθαι. [4] οὐ μέντοι διέμεινάν γε ἀμφότεροι τῆς ἀποικίας ἡγεμόνες ὑπὲρ τῆς ἀρχῆς στασιάσαντες, ἀλλ᾽ ὁ περιλειφθεὶς αὐτῶν Ῥωμύλος ἀπολομένου θατέρου κατὰ τὴν μάχην οἰκιστὴς γίνεται τῆς πόλεως καὶ τοὔνομα αὐτῇ τῆς ἰδίας κλήσεως ἐπώνυμον τίθεται. ἀριθμὸς δὲ τῶν μετασχόντων αὐτῷ τῆς ἀποικίας ἀπὸ πολλοῦ τοῦ κατ᾽ ἀρχὰς ἐξαποσταλέντος ὀλίγος ἦν ὁ καταλειφθείς, τρισχίλιοι πεζοὶ καὶ ἱππεῖς τριακόσιοι.