previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ καθῆκεν χρόνος, ἐν τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι [p. 204] παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον. [2] καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον συμφέροντα εἶναι τὸν νόμον οὔτ᾽ ἐδίδασκεν οὔτ᾽ ἐμέμνητο: θαυμάζειν δ᾽ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν. [3] πονηρῶν τ᾽ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδ᾽ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους [p. 205] οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: