ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος: οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν: οὐκ ἔχων δ᾽ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος [p. 202] τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι τοῖς ὑμετέροις. [2] δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθ᾽ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ [3] θεμιτόν ἐστι τυγχάνειν: ὅταν δ᾽ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς. [4] ἐπαινεσάντων δ᾽ ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος: ἀκούσατ᾽, ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν. ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, λόγον ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι: ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς [p. 203] γνώμας ἐρωτᾶν, μήτ᾽ ἀπ᾽ ἐμοῦ ἄρξησθε μήτ᾽ ἀπὸ κοιντίου τουδὶ μήτ᾽ ἀπ᾽ ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλ᾽ ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν. ὅταν δὲ τὰς παρ᾽ ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε λέγειν. [5] ἐγὼ μὲν οὖν τὴν ἐναντιουμένην γνώμην τοῖς δημάρχοις ἀποδείξομαι πάσῃ τῇ παρρησίᾳ χρώμενος — τουτὶ γὰρ τῷ κοινῷ συμφέρει — τὸ δὲ περὶ τῶν χιλιάρχων πολίτευμα, εἰ βουλομένοις ἐστίν, εἰσηγείσθω Τίτος Γενύκιος οὗτος: πρεπωδεστάτη γὰρ ἡ γνώμη καὶ ὑποψίαν ἥκιστα παρέξουσα γένοιτ᾽ ἄν, ἐὰν οὗτος αὐτὴν ὁ [6] σὸς ἀδελφός, ὦ Μάρκε Γενύκιε, λέγῃ. ἐδόκει καὶ ταῦτα ὀρθῶς ὑποτίθεσθαι, καὶ οἱ μὲν ἀπῄεσαν ἐκ τοῦ συλλόγου, τοῖς δὲ δημάρχοις δέος ἐνέπιπτε πρὸς τὴν ἀπόρρητον τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ κακῷ τινι τοῦ δήμου μεγάλῳ γενομένην, ἐπειδὴ κατ᾽ οἰκίαν τε συνήδρευσαν, ἀλλ᾽ οὐκ ἐν τῷ φανερῷ, καὶ οὐδένα τῶν προεστηκότων τοῦ δήμου κοινωνὸν τῶν βουλευμάτων παρέλαβον, καὶ μετὰ τοῦτο συνέδριον αὐτοὶ πάλιν ἐκ τῶν φιλοδημοτάτων συναγαγόντες ἀλεξήματα καὶ φυλακὰς ἀντεμηχανῶντο πρὸς τὰς ἐπιβουλάς, ἃς ἐκ τῶν πατρικίων ἔσεσθαι σφίσιν ὑπώπτευον.