previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα. περιστάντων δ᾽ αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας ἀγανακτῶν. [2] ἤδη δ᾽ αὐτῷ κατ᾽ οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε κηδεστὴς καὶ Νομιτώριος θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατ᾽ αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον ἐπὶ τὴν ἐλευθερίαν. [3] δ᾽ ὑπ᾽ ὀργῆς ὡς εἶχε πέμπει τῶν ῥαβδούχων τινὰς κελεύσας ἀπάγειν εἰς τὸ δεσμωτήριον τοὺς κεκραγότας καὶ τὸ πτῶμα μεταφέρειν ἐκ τῆς ἀγορᾶς: ἀφρονέστατον πρᾶγμα ποιῶν καὶ τοῖς τότε καιροῖς ἥκιστα ἁρμόττον. δέον γὰρ ἀποθεραπεύειν τὸν ὄχλον ὀργῆς εἰληφότα δικαίαν πρόφασιν, εἴξαντα μὲν ἐν τῷ παραχρῆμα χρόνῳ, ὕστερον δὲ τὰ μὲν ἀπολογούμενον, τὰ δὲ παραιτούμενον, τὰ δ᾽ ἑτέραις τισὶν εὐεργεσίαις ἀναλαβόντα, ἐπὶ τὸ βιαιότερον ἐνεχθεὶς εἰς ἀπόνοιαν αὐτοὺς ἠνάγκασε τραπέσθαι. [4] οὐ γὰρ ἀνέσχοντο τῶν ἐπιβαλλομένων ἕλκειν τὴν νεκρὰν τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον ἀπάγειν, ἀλλ᾽ ἐμβοήσαντες ἑαυτοῖς σὺν ὠθισμῷ τε καὶ πληγαῖς τῶν βιαζομένων ἐξέβαλον αὐτοὺς ἐκ τῆς ἀγορᾶς. ὥστ᾽ ἠναγκάσθη ἀκούσας [p. 177] ταῦθ᾽ Ἄππιος ἅμα συχνοῖς ἑταίροις καὶ πελάταις εἰς τὴν ἀγορὰν πορεύεσθαι παίειν κελεύων καὶ ἀνείργειν ἐκποδὼν τοὺς ἐν τοῖς στενωποῖς. πυθόμενοι δὲ τὴν διάνοιαν αὐτοῦ τῆς ἐξόδου Οὐαλέριός τε καὶ [5] Ὁράτιος, οὓς ἔφην ἡγεμονικωτάτους εἶναι τῶν ἀντιποιουμένων τῆς ἐλευθερίας, πολλὴν καὶ ἀγαθὴν νεότητα περὶ αὑτοὺς ἄγοντες ἵστανται πρὸ τοῦ νεκροῦ καὶ ἐπειδὴ πλησίον αὐτῶν οἱ περὶ τὸν Ἄππιον ἐγίνοντο, πρῶτον μὲν εἰς λόγους ἐπαχθεῖς καὶ προπηλακιστὰς κατὰ τῆς ἐξουσίας αὐτῶν ἐχώρουν, ἔπειτα καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις παρείχοντο παίοντές τε καὶ ἀνατρέποντες τοὺς ὁμόσε χωροῦντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: