ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες περὶ Ἀρισταίου γράφειν ἐγχειρήσομεν. Ἀρισταῖος γὰρ ἦν υἱὸς μὲν Ἀπόλλωνος καὶ Κυρήνης τῆς Ὑψέως θυγατρὸς τοῦ Πηνειοῦ: περὶ δὲ τῆς γενέσεως αὐτοῦ μυθολογοῦσί τινες οὕτως. Ἀπόλλωνα, περὶ τὸ Πήλιον τρεφομένης κόρης ὄνομα Κυρήνης κάλλει διαφερούσης, ἐρασθῆναι τῆς παρθένου, καὶ μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν, [p. 526] ἐν ᾗ κατὰ τοὺς ὕστερον χρόνους τινὰ κτίσαντα πόλιν ἀπ᾽ ἐκείνης ὀνομάσαι Κυρήνην. [2] τὸν δ᾽ οὖν Ἀπόλλω κατὰ ταύτην τὴν χώραν ἐκ Κυρήνης γεννήσαντα υἱὸν Ἀρισταῖον τοῦτον μὲν νήπιον ὄντα παραδοῦναι ταῖς Νύμφαις τρέφειν: ταύτας δὲ τῷ παιδὶ τρεῖς ὀνομασίας προσάψαι: καλεῖν γὰρ αὐτὸν Νόμιον, Ἀρισταῖον, Ἀγρέα. τοῦτον δὲ παρὰ τῶν Νυμφῶν μαθόντα τήν τε τοῦ γάλακτος πῆξιν καὶ τὴν κατασκευὴν τῶν σμήνων, ἔτι δὲ τῶν ἐλαιῶν τὴν κατεργασίαν, [3] διδάξαι πρῶτον τοὺς ἀνθρώπους. διὰ δὲ τὴν εὐχρηστίαν τὴν ἐκ τούτων τῶν εὑρημάτων τοὺς εὐεργετηθέντας ἀνθρώπους τιμῆσαι τὸν Ἀρισταῖον ἰσοθέοις τιμαῖς, καθὰ καὶ τὸν Διόνυσον. μετὰ δὲ ταῦτά φασιν αὐτὸν εἰς Βοιωτίαν καταντήσαντα γῆμαι τῶν Κάδμου θυγατέρων Αὐτονόην, ἐξ ἧς φασιν Ἀκτέωνα γενέσθαι τὸν κατὰ τοὺς μύθους ὑπὸ τῶν ἰδίων κυνῶν διασπασθέντα. [4] τὴν δ᾽ αἰτίαν ἀποδιδόασι τῆς ἀτυχίας οἱ μὲν ὅτι κατὰ τὸ τῆς Ἀρτέμιδος ἱερὸν διὰ τῶν ἀνατιθεμένων ἀκροθινίων ἐκ τῶν κυνηγίων προῃρεῖτο τὸν γάμον κατεργάσασθαι τῆς Ἀρτέμιδος, οἱ δ᾽ ὅτι τῆς Ἀρτέμιδος αὑτὸν πρωτεύειν ταῖς κυνηγίαις ἀπεφήνατο. [5] οὐκ ἀπίθανον δὲ ἐπ᾽ ἀμφοτέροις τούτοις μηνῖσαι τὴν θεόν: εἴτε γὰρ τοῖς ἁλισκομένοις πρὸς τὴν ἀκοινώνητον τοῖς γάμοις κατεχρῆτο πρὸς τὸ συντελέσαι τὴν ἰδίαν ἐπιθυμίαν, εἴτε καὶ ταύτης ἐτόλμησεν εἰπεῖν αἱρετώτερον [p. 527] αὑτὸν εἶναι κυνηγόν ᾗ καὶ θεοὶ παρακεχωρήκασι τῆς ἐν τούτοις ἁμίλλης, ὁμολογουμένην καὶ δικαίαν ὀργὴν ἔσχε πρὸς αὐτὸν ἡ θεός. καθόλου δὲ πιθανῶς εἰς τὴν τῶν ἁλισκομένων θηρίων μεταμορφωθεὶς ἰδέαν ὑπὸ τῶν καὶ τἄλλα θηρία χειρουμένων κυνῶν διεφθάρη.