previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἐπίγονοι τὴν στρατείαν ἐπιφανῆ πεποιημένοι μετὰ πολλῶν λαφύρων ἀνέκαμψαν εἰς τὰς πατρίδας. τῶν δὲ Καδμείων τῶν συμφυγόντων εἰς τὸ Τιλφωσσαῖον Τειρεσίας μὲν ἐτελεύτησεν, ὃν θάψαντες λαμπρῶς οἱ Καδμεῖοι τιμαῖς ἰσοθέοις ἐτίμησαν: αὐτοὶ δὲ μεταναστάντες ἐκ τῆς πόλεως ἐπὶ Δωριεῖς ἐστράτευσαν, καὶ μάχῃ νικήσαντες τοὺς ἐγχωρίους ἐκείνους μὲν ἐξέβαλον ἐκ τῶν πατρίδων, αὐτοὶ δ᾽ ἐπί τινας χρόνους κατοικήσαντες, οἱ μὲν ἐν αὐτῇ κατέμειναν, οἱ δ᾽ ἐπανῆλθον εἰς τὰς Θήβας, Κρέοντος τοῦ Μενοικέως βασιλεύοντος. οἱ δ᾽ ἐκ τῶν πατρίδων ἐξελαθέντες ὕστερόν τισι χρόνοις κατῆλθον εἰς τὴν Δωρίδα καὶ κατῴκησαν ἐν Ἐρινεῷ καὶ Κυτινίῳ καὶ Βοιῷ. [2] πρὸ δὲ τούτων τῶν χρόνων Βοιωτὸς Ἄρνης καὶ Ποσειδῶνος καταντήσας εἰς τὴν τότε μὲν Αἰολίδα, νῦν δὲ Θετταλίαν καλουμένην, τοὺς μεθ᾽ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. περὶ δὲ τῶν Αἰολέων τούτων ἀναγκαῖον προσαναδραμόντας τοῖς χρόνοις τὰ κατὰ μέρος ἐκθέσθαι. [3] ἐν τοῖς ἔμπροσθεν χρόνοις τῶν Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱῶν οἱ μὲν ἄλλοι κατῴκησαν ἐν τοῖς προειρημένοις τόποις, Μίμας δὲ μείνας ἐβασίλευσε τῆς Αἰολίδος. Μίμαντος [p. 505] δὲ Ἱππότης γενόμενος ἐκ Μελανίππης ἐτέκνωσεν Αἴολον: τούτου δ᾽ Ἄρνη γενομένη θυγάτηρ Βοιωτὸν ἐκ Ποσειδῶνος ἐγέννησεν. [4] αἰόλος δ᾽ ἀπιστῶν εἰ Ποσειδῶνι ἐμίγη καὶ τῇ φθορᾷ μεμφόμενος, παρέδωκε τὴν Ἄρνην Μεταποντίῳ ξένῳ κατὰ τύχην παρεπιδημοῦντι, προστάξας ἀπάγειν εἰς Μεταπόντιον. τούτου δὲ πράξαντος τὸ προσταχθέν, Ἄρνη τρεφομένη ἐν Μεταποντίῳ ἐγέννησεν Αἴολον καὶ Βοιωτόν, οὓς Μεταπόντιος, ἄπαις ὤν, κατά τινα χρησμὸν υἱοποιήσατο. [5] οὗτοι δ᾽ ἀνδρωθέντες, στάσεως γενομένης ἐν τῷ Μεταποντίῳ, βίᾳ κατέσχον τὴν βασιλείαν. ὕστερον δὲ τῆς Ἄρνης διενεχθείσης πρὸς Αὐτολύτην τὴν γυναῖκα τοῦ Μεταποντίου, βοηθοῦντες τῇ μητρὶ τὴν Αὐτολύτην ἀνεῖλον. δεινῶς δὲ φέροντος τοῦ Μεταποντίου τὸ συμβεβηκός, πλοῖα παρασκευασάμενοι καὶ τὴν Ἄρνην ἀναλαβόντες ἐξέπλευσαν μετὰ πολλῶν φίλων. [6] αἰόλος μὲν οὖν τὰς ἐν τῷ Τυρρηνικῷ πελάγει καλουμένας ἀπ᾽ αὐτοῦ νήσους Αἰολίδας κατέσχε, καὶ πόλιν ἔκτισε τὴν ὀνομαζομένην ἀπ᾽ αὐτοῦ Λιπάραν: Βοιωτὸς δὲ πλεύσας πρὸς Αἰόλον τὸν τῆς Ἄρνης πατέρα, καὶ τεκνωθεὶς ὑπ᾽ αὐτοῦ, παρέλαβε τῆς Αἰολίδος τὴν βασιλείαν: καὶ τὴν μὲν χώραν ἀπὸ τῆς μητρὸς Ἄρνην, τοὺς δὲ λαοὺς ἀφ᾽ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. [7] Βοιωτοῦ δὲ Ἴτωνος γενόμενος ἐτέκνωσεν υἱοὺς τέτταρας, [p. 506] Ἱππάλκιμον καὶ Ἠλεκτρύωνα, ἔτι δ᾽ Ἀρχίλυκον καὶ Ἀλεγήνορα. τούτων δ᾽ Ἱππάλκιμος μὲν ἐγέννησε Πηνέλεων, Ἠλεκτρύων δὲ Λήιτον, Ἀλεγήνωρ δὲ Κλονίον, Ἀρχίλυκος δὲ Προθοήνορα καὶ Ἀρκεσίλαον τοὺς ἐπὶ Τροίαν στρατευσαμένους ἡγεμόνας τῶν ἁπάντων Βοιωτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (16 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: