previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ συνήθη τε καὶ ἐκ παλαιοῦ ἀσκούμενα: βασιλεὺς δὲ προσεξεῦρεν καὶ τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσα τε Παρθυαίων Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι, καὶ ὅσας οἱ Σαυροματῶν Κελτῶν κοντοφόροι ἐπιστροφάς τε καὶ ἀποστροφὰς τῶν ἵππων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβολισμοὺς [p. 139] ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους καὶ ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς Γέταις, Ῥαιτικοὺς δὲ ὅσοι ἐκ Ῥαιτῶν. [2] καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλλεσθαι, καὶ ἐνὶ λόγῳ, οὐκ ἐστιν ὅτι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται ἐκ τοῦ βασιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκπληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ. [3] ὥστε ἐς τήνδε τὴν παροῦσαν βασιλείαν, ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτ᾽ ἔτος βασιλεύει, πολὺ μᾶλλον συμβαίνειν μοι δοκεῖ τὰ ἔπη ταῦτα ἤπερ ἔς τὴν πάλαι Λακεδαίμονα ῾ἔνθ᾽ αἰχμά τε νέων θάλλει καὶ μῶσα λίγεια, καὶ δίκα εὐρυάγυια καλῶν ἐπιτάρροθος ἔργων.᾿

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: