next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

... Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλ᾽ ἄλλος οὗτος Κλέαρχος. καὶ μὴν καὶ Παυσανίου ἐστὶ συγράμματα ὑπὲρ τούτων, εὕροις δ᾽ ἂν καὶ Εὐαγγέλου ἄττα καὶ Πολυβίου τοῦ Ἀρκάδος, ὃς καὶ Σκηπίωνι τῷ Ῥωμαίῳ συνεγένετο, πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμοῦντι ἄλλους τε καὶ ἐν Καρχηδόνα τὴν ἐν Λιβύῃ εἷλέν τε καὶ ἠνδραπόδισεν. συγγέγραπται δὲ ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει, οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλ᾽ ἄλλῳ τούτῳ. Ποσειδώνιος δὲ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας κατέλιπεν. [2] ἔστι δὲ σύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ μάλιστα οὐκ ὠφέλιμα, ὅτι ὡς πρὸς εἰδότας συγγέγραπται. καὶ τοίνυν τὰ ὀνόματα τῆς τε ὁπλίσεως ἑκάστης καὶ τῆς τάξεως οἳ μὲν ὡς γνώριμα ἀνέγραψαν, τὰ δέ ἐστιν εἰ μὴ ἐξηγήσαιο πάντη ἄγνωστα. [3] τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: