Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[54]
θύουσιν δὲ βόας ἄρσενάς τε καὶ θήλεας καὶ
αἶγας καὶ ὄϊας. σύας δὲ μοῦνον ἐναγέας νομίζοντες οὔτε θύουσιν οὔτε σιτέονται. ἄλλοι δ᾽
οὐ σφέας ἐναγέας, ἀλλὰ ἱροὺς νομίζουσιν. ὀρνίθων τε αὐτέοισι περιστερὴ δοκέει χρῆμα ἱρότατον
[p. 406] καὶ οὐδὲ ψαύειν αὐτέων δικαιέουσιν: καὶ ἢν
ἀέκοντες ἅψωνται, ἐναγέες ἐκείνην τὴν ἡμέρην εἰσί. τοὔνεκα δὲ αὐτέοισι σύννομοὶ τέ εἰσι καὶ
ἐς τὰ οἰκεῖα ἐσέρχονται καὶ τὰ πολλὰ ἐν γῇ νέμονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.