Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
ὁορτέων δὲ πασέων τῶν οἶδα μεγίστην τοῦ εἴαρος ἀρχομένου ἐπιτελέουσιν, καί μιν οἱ μὲν πυρήν, οἱ δὲ λαμπάδα καλέουσιν. θυσίην δὲ ἐν
αὐτῇ τοιήνδε ποιέουσιν. δένδρεα μεγάλα ἐκκόψαντες τῇ αὐλῇ ἑστᾶσι, μετὰ δὲ ἀγινέοντες αἶγάς τε
καὶ ὄϊας καὶ ἄλλα κτήνεα ζῳὰ ἐκ τῶν δενδρέων
ἀπαρτέουσιν: ἐν δὲ καὶ ὄρνιθες καὶ εἵματα καὶ χρύσεα καὶ ἀργύρεα ποιήματα. ἐπεὰν δὲ ἐντελέα πάντα ποιήσωνται, περιενείκαντες τὰ ἱρὰ περὶ
τὰ δένδρεα πυρὴν ἐνιᾶσιν, τὰ δὲ αὐτίκα πάντα
[p. 402] καίονται. ἐς ταύτην τὴν ὁρτὴν πολλοὶ ἄνθρωποι
ἀπικνέονται ἔκ τε Συρίης καὶ τῶν πέριξ χωρέων πασέων, φέρουσίν τε τὰ ἑωυτῶν ἱρὰ ἕκαστοι καὶ
τὰ σημήια ἕκαστοι ἔχουσιν ἐς τάδε μεμιμημένα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.