Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐστιν ἐν Συ^ίῃ πόλις οὐ πολλὸν ἀπὸ τοῦ
Ἐύφρήτεω ποταμοῦ, καλέεται δὲ Ἱρή, καὶ ἔστιν
ἱρὴ τῆς Ἤρης τῆς Ἀσσυρίης. δοκέει δέ μοι, τόδε
τὸ οὔνομα οὐκ ἅμα τῇ πόλει οἰκεομένῃ] ἐγένετο, ἀλλὰ τὸ μὲν ἀρχαῖον ἄλλο ἦν, μετὰ δὲ σφίσι τῶν ἱρῶν μεγάλων γιγνομένων ἐς τόδε ἡ ἐπωνυμίη
ἀπίκετο. περὶ ταύτης ὦν τῆς πόλιος ἔρχομαι
ἐρέων ὁκόσα ἐν αὐτῇ ἐστιν: ἐρέω δὲ καὶ νόμους τοῖσιν ἐς τὰ ἱρὰ χρέωνται, καὶ πανηγύριας τὰς ἄγουσιν καὶ θυσίας τὰς ἐπιτελέουσιν. ἐρέω δὲ
καὶ ὁκόσα καὶ περὶ τῶν τὸ ἱρὸν εἱσαμένων μυθολογέουσι, καὶ τὸν νηὸν ὅκως ἐγένετο. γράφω δὲ Ἀσσύριος ἐών, καὶ τῶν ἀπηγέομαι τὰ μὲν
αὐτοψίῃ μαθών, τὰ δὲ παρὰ τῶν ἱρέων ἐδάην, ὁκόσα ἐόντα ἐμεῦ πρεσβύτερα ἐγὼ ἱστορέω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.