Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴν ^ Εὐφόρβου κόμην ταῖς
[p. 332] Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην. καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν
εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται. ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω. οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ
ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι: τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη. τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν
κἂν ἐπ᾽ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει
ὡμιληκότων ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.