Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει,
ὦ Λυκῖνε.
οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον,
ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες:
ἀλλὰ νῦν οὐκ
οἶδ᾽ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας.
ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς,
εἰ μεταρρυθμιεῖς τὸν λόγον
ἤδη διαδεδομένον ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω
ποιῆσαι,
ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία.
στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν,
ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον,
ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν,
ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον,
ὁ δὲ ἄλλος ἄλλο τι.
εἶτ᾽ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί,
αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν
καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου,
ἀλλ᾽ ἀεὶ ἀναγκαῖον ὑπάρχειν ^:
τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός,
κἂν Φειδίας ᾖ.
^
[p. 312]
Ταῦτά σοι παρ᾽ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν.
Λυκῖνος