Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἐγώ σοι, ὦ Αὐκῖνε,’ φησὶν ἡ γυνή, ‘τὰ μὲν
ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος: οὐ γὰρ ἂν οὕτως
ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετ᾽ εὐνοίας συνέγραφε.τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν. οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον,
ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ
ἥκιστα ἐλεύθεροι τὴν φύσιν: ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ
ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ
πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.