This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
‘ ἐγώ, φίλε παῖ, Ἑρμογλυφική τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν ^ ὅ τε γὰρ πάππος σου —’ εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — ‘ λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον δι᾽ ἡμᾶς.
εἰ δ᾽ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι,’ : — δείξασα τὴν ἑτέραν — ‘ ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου
δὲ παντὸς ἀλλότριος ἔσῃ: καὶ οὔποτε ἄπει ἐπὶ τὴν
ἀλλοδαπήν, τὴν πατρίδα, καὶ τοὺς οἰκείους
καταλιπών, οὐδὲ ἐπὶ λόγοις . . ἐπαινέσονταί σε πάντες.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.