This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘
[10]
ἢν δ᾽ ἐμοὶ πείθῃ, πρῶτον μέν σοι πολλὰ ἐπιδείξω παλαιῶν ἀνδρῶν ἔργα καὶ πράξεις θαυμαστὰς.
[p. 224]
καὶ λόγους αὐτῶν ἀπαγγελῶ, καὶ πάντων
ὡς εἰπεῖν ἔμπειρον ἀποφανῶ, καὶ τὴν ψυχήν,
ὅπερ σοι κυριώτατόν ἐστι, κατακοσμήσω πολλοῖς καὶ ἀγαθοῖς κοσμήμασι — σωφροσύνῃ, δικαιοσύνῃ,
εὐσεβείᾳ, πρᾳότητι, ἐπιεικείᾳ, συνέσει, καρτερίᾳ,
τῷ τῶν καλῶν ἔρωτι, τῇ πρὸς τὰ σεμνότατα
ὁρμῇ: ταῦτα γάρ ἐστιν ὁ τῆς ψυχῆς ἀκήρατος
ὡς ἀληθῶς κόσμος. λήσει δέ σε οὔτε παλαιὸν
οὐδὲν οὔτε νῦν γενέσθαι δέον, ἀλλὰ καὶ τὰ μέλλοντα προόψει μετ᾽ ἐμοῦ, καὶ ὅλως ἅπαντα ὁπόσα ἐστί, τά τε θεῖα τὰ τ᾽ ἀνθρώπινα, οὐκ εἰς μακρὰν
σε διδάξομαι.
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.