This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
μεταξὺ δὲ λέγοντος, ‘ Ἡράκλεις,’ ἔφη τις, ‘ὡς μακρὸν τὸ ἐνύπνιον καὶ δικανικόν.’ εἶτ᾽ ἄλλος ὑπέκρουσε, ‘ χειμερινὸς ὄνειρος, ὅτε
μήκισταὶ εἰσιν αἱ νύκτες, ἢ τάχα που τριέσπερος,
ὥσπερ ὁ Ἡρακλῆς, καὶ αὐτός ἐστι. τί δ᾽ οὖν ἐπῆλθεν αὐτῷ ληρῆσαι ταῦτα πρὸς ἡμᾶς καὶ
μνησθῆναι παιδικῆς νυκτὸς καὶ ὀνείρων παλαιῶν
καὶ γεγηρακότων; ἕωλος γὰρ ἡ ψυχρολογία. μὴ ὀνείρων τινὰς ὑποκριτὰς ἡμᾶς ὑπείληφεν;’ οὔκ,
ὦγαθέ: οὐδὲ γὰρ ὁ Ξενοφῶν ποτε διηγούμενος τὸ ἐνύπνιον, ὡς ἐδόκει αὐτῷ κεραυνὸς ἐμπεσὼν καίειν τὴν πατρῴαν οἰκίαν καὶ τὰ ἄλλα,- — ἴστε γάρ —
οὐχ ὑπόκρισιν τὴν ὄψιν οὐδ᾽ ὡς φλυαρεῖν ἐγνωκὼς αὐτὰ διεξῄει, καὶ ταῦτα ἐν πολέμῳ καὶ ἀπογνώσει πραγμάτων, περιεστώτων πολεμίων,
ἀλλά τι καὶ χρήσιμον εἶχεν ἡ διήγησις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.