Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
‘ περὶ δὲ τουτουὶ Μενίππου ταῦτα,’ ἔφη, ‘ μοι
[p. 322] δοκεῖ: περιαιρεθέντα αὐτὸν τὰ πτερά, ἵνα μὴ καὶ
αὖθις ἔλθῃ ποτέ, ὑπὸ τοῦ Ἑρμοῦ ἐς τὴν γῆν
κατενεχθῆναι τήμερον’ καὶ ὁ μὲν ταῦτα εἰπὼν διέλυσε τὸν σύλλογον, ἐμὲ δὲ ὁ Κυλλήνιος τοῦ δεξιοῦ ὠτὸς ἀποκρεμάσας περὶ ἑσπέραν χθὲς κατέθηκε φέρων ἐς τὸν Κεραμεικόν.
ἃπαντα ἀκήκοας, ἅπαντα, ὦ ἑταῖρε, τἀξ
οὐρανοῦ: ἄπειμι τοίνυν καὶ τοῖς ἐν τῇ Ποικίλῃ περιπατοῦσι τῶν φιλοσόφων αὐτὰ ταῦτα
εὐαγγελιούμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.