previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] γενήσῃ;’ ‘μὰ Δί᾽,’ ἦν δ᾽ ἐγώ, ‘ἢν μὴ σύ μοι τὴν ἀχλύν πως ἀφέλῃς ἀπὸ τῶν ὀμμάτων νῦν γὰρ δὴ λημᾶν οὐ μετρίως δοκῶ.’ ‘ καὶ μὴν οὐδέν σε,’ δ᾽ ὅς, ‘ ἐμοῦ δεήσει: τὸ γὰρ ὀξυδερκὲς αὐτὸς ἤδη γῆθεν ἥκεις ἔχων.’ ‘τί οὖν τοῦτό ἐστιν; οὐ γὰρ οἶδ᾽,’ ἔφην. ‘οὐκ οἶσθα,’ δ᾽ ὅς, ‘ἀετοῦ τὴν πτέρυγα .τὴν δεξιὰν περικείμενος;’ ‘ καὶ μάλα,’ ἦν δ᾽ ἐγώ: ‘τί δ᾽ οὖν πτέρυγι καὶ ὀφθαλμῷ κοινόν ἐστιν;’ ‘ ὅτι,’ δ᾽ ὅς, ‘ παρὰ πολὺ τῶν ἄλλων ζῴων ἀετός ἐστιν ὀξυωπέστατος, ὥστε μόνος ἀντίον δέδορκε τῷ ἡλίῳ, καὶ τοῦτό ἐστιν γνήσιος καὶ βασιλεὺς ἀετός, ἢν ἀσκαρδαμυκτὶ πρὸς τὰς ἀκτῖνας βλέπῃ.’ ‘ φασὶ ταῦτα,’ ἦν δ᾽ [p. 292] ἐγώ, ‘καί μοι ἤδη μεταμέλει ὅτι δεῦρο ἀνιὼν οὐχὶ τὼ ὀφθαλμὼ τοῦ ἀετοῦ ἐνεθέμην τοὺς ἐμοὺς ἐξελών ὡς νῦν γε ἡμιτελὴς ἀφῖγμαι καὶ οὐ πάντα βασιλικῶς ἐνεσκευασμένος, ἀλλ᾽ ἔοικα τοῖς νόθοις ἐκείνοις καὶ ἀποκηρύκτοις.’ ‘καὶ μὴν πάρα σοί,’ δ᾽ ὅς, ‘ αὐτίκα μάλα τὸν ἕτερον ὀφθαλμὸν ἔχειν βασιλικόν: ἢν γὰρ ἐθελήσῃς μικρὸν ἀναστὰς ἐπισχὼν τοῦ γυπὸς τὴν πτέρυγα θατέρᾳ μόνῃ πτερύξασθαι, κατὰ λόγον τῆς πτέρυγος τὸν δεξιὸν ὀφθαλμὸν ὀξυδερκὴς ἔσῃ: τὸν δὲ ἕτερον οὐδεμία μηχανὴ μὴ οὐκ ἀμβλύτερον δεδορκέναι τῆς μερίδος ὄντα τῆς χείρονος.’ ‘ἃλις,’ ἦν δ᾽ ἐγώ, ‘εἰ καὶ δεξιὸς μόνος ἀετῶδες βλέποι: οὐδὲν γὰρ ἂν ἔλαττον γένοιτο, ἐπεὶ καὶ τοὺς τέκτονας πολλάκις ἑωρακέναι μοι δοκῶ θατέρῳ τῶν ὀφθαλμῶν ἄμεινον πρὸς τοὺς κανόνας ἀπευθύνοντας τὰ ξύλα.’ Ταῦτα εἰπὼν ἐποίουν ἅμα τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους παρηγγελμένα: δὲ κατ᾽ ὀλίγον ὑπαπιὼν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: