Ἕταιρος
τί ταῦτα πρὸς Χαρίτων, ὦ Μένιππε, ἀστρονομεῖς καὶ ἡσυχῇ πως ἀναμετρεῖς; πάλαι γὰρ
ἐπακροῶμαί σου παρακολουθῶν ἡλίους καὶ σελήνας, ἔτι δὲ τὰ φορτικὰ ταῦτα σταθμούς τινας καὶ παρασάγγας ὑποξενίζοντος.
Μένιππος
μὴ θαυμάσῃς, ὦ ἑταῖρε, εἰ μετέωρα καὶ διαέρια δοκῶ σοι λαλεῖν τὸ κεφάλαιον γὰρ δὴ πρὸς ἐμαυτὸν ἀναλογίζομαι τῆς ἔναγχος ἀποδημίας.
Ἕταιρος
εἶτα, ὦγαθε, καθάπερ οἱ Φοίνικες ἄστροις
ἐτεκμαίρου τὴν ὁδόν;
Μένιππος
οὐ μὰ Δία, ἀλλ᾽ ἐν αὐτοῖς τοῖς ἄστροις
ἐποιούμην τὴν ἀποδημίαν.
[p. 270]
Ἕταιρος
Ἡράκλεις, μακρόν τινα τὸν ὄνειρον λέγεις, εἴ γε
'σαυτὸν ἔλαθες κατακοιμηθεὶς παρασάγγας ὅλους.