Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τότε δὲ δι᾽ ἐκείνους ἐκπεπληγμένον καὶ περιπαθοῦντα, μή τις ὑποψία
[p. 362]
προδοσίας ἐπ᾽ αὐτὸν ἔλθῃ τοσούτων ἅμα καὶ τοιούτων πολιτῶν ἀπολομένων. ὡς οὖν ἔμελλεν ἀπιέναι, παραλαβὼν ἐκ τῆς γυναικωνίτιδος τὸν υἱόν, ἔτι μέν ὄντα παῖδα, κάλλει δὲ καὶ ῥώμῃ σώματος πρωτεύοντα τῶν καθ᾽ ἡλικίαν, ἐνεχείριζε τοῖς περὶ Πελοπίδαν, εἴ τινα δόλον καὶ προδοσίαν αὐτοῦ καταγνοῖεν, ὡς πολεμίῳ χρῆσθαι κελεύων ἐκείνῳ καὶ μὴ φείδεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.