Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπ᾽ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν, ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδ᾽ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρ᾽ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.